Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

1.10 τὸ μὲν δὴ ἐπὶ Ῥηγίλλῃ πένθος ὧδε ἐσβέσθη, τὸ δὲ ἐπὶ Παναθηναίδι τῇ θυγατρὶ Ἀθηναῖοι ἐπράυναν ἐν ἄστει τε αὐτὴν θάψαντες καὶ ψηφισάμενοι τὴν ἡμέραν, ἐφʼ ἧς ἀπέθανεν, ἐξαιρεῖν τοῦ ἔτους. ἀποθανούσης δὲ αὐτῷ καὶ τῆς ἄλλης θυγατρός, ἣν  Ἐλπινίκην ὠνόμαζεν, ἔκειτο μὲν ἐν τῷ δαπέδῳ τὴν γῆν παίων καὶ βοῶν τί σοι, θύγατερ, καθαγίσω; τί σοι ξυνθάψω; παρατυχὼν δὲ αὐτῷ Σέξτος ὁ φιλόσοφος μεγάλα ἔφη τῇ θυγατρὶ δώσεις ἐγκρατῶς αὐτὴν πενθήσας. ἐπένθει δὲ ταῖς ὑπερβολαῖς ταύταις τὰς θυγατέρας, ἐπειδὴ Ἀττικὸν τὸν υἱὸν ἐν ὀργῇ εἶχεν. διεβέβλητο δὲ πρὸς αὐτὸν ὡς ἠλιθιώδη καὶ δυσγράμματον καὶ παχὺν τὴν μνήμην· τὰ γοῦν πρῶτα γράμματα παραλαβεῖν μὴ δυνηθέντος ἦλθεν ἐς ἐπίνοιαν τῷ Ἡρώδῃ ξυντρέφειν αὐτῷ τέτταρας παῖδας καὶ εἴκοσιν ἰσήλικας ὠνομασμένους ἀπὸ τῶν γραμμάτων, ἵνα ἐν τοῖς τῶν παίδων ὀνόμασι τὰ γράμματα ἐξ ἀνάγκης αὐτῷ μελετῷτο. ἑώρα δὲ αὐτὸν καὶ μεθυστικὸν καὶ ἀνοήτως ἐρῶντα, ὅθεν ζῶν μὲν ἐπεχρησμῴδει τῇ ἑαυτοῦ οὐσίᾳ ἐκεῖνο τὸ ἔπος· εἷς δʼ ἔτι που μωρὸς καταλείπεται εὐρέι οἴκῳ, τελευτῶν δὲ τὰ μὲν μητρῷα αὐτῷ ἀπέδωκεν, ἐς ἑτέρους δὲ κληρονόμους τὸν ἑαυτοῦ οἶκον μετέστησεν. ἀλλʼ Ἀθηναίοις ἀπάνθρωπα ἐδόκει ταῦτα οὐκ ἐνθυμουμένοις τὸν Ἀχιλλέα καὶ τὸν Πολυδεύκην καὶ τὸν Μέμνονα, οὓς ἴσα γνησίοις ἐπένθησε τροφίμους ὄντας, ἐπειδὴ καλοὶ μάλιστα καὶ ἀγαθοὶ ἦσαν γενναῖοί τε καὶ φιλομαθεῖς καὶ τῇ παρʼ αὐτῷ τροφῇ πρέποντες. εἰκόνας γοῦν ἀνετίθει σφῶν θηρώντων καὶ τεθηρακότων καὶ θηρασόντων τὰς μὲν ἐν δρυμοῖς, τὰς δὲ ἐπʼ ἀγροῖς, τὰς δὲ πρὸς πηγαῖς, τὰς δὲ ὑπὸ σκιαῖς πλατάνων, οὐκ ἀφανῶς, ἀλλὰ ξὺν ἀραῖς τοῦ περικόψοντος ἢ κινήσοντος, οὓς οὐκ ἂν ἐπὶ τοσοῦτον ἦρεν, εἰ μὴ ἐπαίνων ἀξίους ἐγίγνωσκεν. Κυντιλίων δέ, ὁπότε ἦρχον τῆς Ἑλλάδος, αἰτιωμένων αὐτὸν ἐπὶ ταῖς τῶν μειρακίων τούτων εἰκόσιν ὡς περιτταῖς τί δὲ ὑμῖν ἔφη διενήνοχεν, εἰ ἐγὼ τοῖς ἐμοῖς ἐμπαίζω λιθαρίοις;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi