Kitap 2
1.15
ἐτελεύτα μὲν οὖν ἀμφὶ τὰ ἓξ καὶ ἑβδομήκοντα ξυντακὴς γενόμενος. ἀποθανόντος δὲ αὐτοῦ ἐν τῷ Μαραθῶνι καὶ ἐπισκήψαντος τοῖς ἀπελευθέροις ἐκεῖ θάπτειν Ἀθηναῖοι ταῖς τῶν ἐφήβων χερσὶν ἁρπάσαντες ἐς ἄστυ ἤνεγκαν προαπαντῶντες τῷ λέχει πᾶσα ἡλικία δακρύοις ἅμα καὶ ἀνευφημοῦντες, ὅσα παῖδες χρηστοῦ πατρὸς χηρεύσαντες, καὶ ἔθαψαν ἐν τῷ Παναθηναικῷ ἐπιγράψαντες αὐτῷ βραχὺ καὶ πολὺ ἐπίγραμμα τόδε· Ἀττικοῦ Ἡρώδης Μαραθώνιος, οὗ τάδε πάντα κεῖται τῷδε τάφῳ, πάντοθεν εὐδόκιμος. τοσαῦτα περὶ Ἡρώδου τοῦ Ἀθηναίου, τὰ μὲν εἰρημένα, τὰ δὲ ἠγνοημένα ἑτέροις.
β
2.1
ἐπὶ τὸν σοφιστὴν Θεόδοτον καλεῖ με ὁ λόγος. Θεόδοτος μὲν προὔστη καὶ τοῦ Ἀθηναίων δήμου κατὰ χρόνους, οὓς προσέκρουον Ἡρώδῃ Ἀθηναῖοι, καὶ ἐς ἀπέχθειαν φανερὰν οὐδεμίαν τῷ ἀνδρὶ ἀφίκετο, ἀλλʼ ἀφανῶς αὐτὸν ὑπεκάθητο δεινὸς ὢν χρῆσθαι τοῖς πράγμασιν, καὶ γὰρ δὴ καὶ τῶν ἀγοραίων εἷς οὗτος· τοῖς γοῦν ἀμφὶ τὸν Δημόστρατον οὕτω ξυνεκέκρατο, ὡς καὶ ξυνάρασθαί σφισι τῶν λόγων, οὓς ἐξεπόνουν πρὸς τὸν Ἡρώδην. προὔστη δὲ καὶ τῆς Ἀθηναίων νεότητος πρῶτος ἐπὶ ταῖς ἐκ βασιλέως μυρίαις. καὶ οὐ τοῦτό πω λόγου ἄξιον, οὐδὲ γὰρ πάντες οἱ ἐπιβατεύοντες τοῦ θρόνου τούτου λόγου ἄξιοι, ἀλλʼ ὅτι τοὺς μὲν Πλατωνείους καὶ τοὺς ἀπὸ τῆς Στοᾶς καὶ τοὺς ἀπὸ τοῦ Περιπάτου καὶ αὐτοῦ Ἐπικούρου προσέταξεν ὁ Μάρκος τῷ Ἡρώδῃ κρῖναι, τὸν δὲ ἄνδρα τοῦτον ἀπὸ τῆς περὶ αὐτὸν δόξης αὐτὸς ἐπέκρινε τοῖς νέοις ἀγωνιστὴν τῶν πολιτικῶν προσειπὼν λόγων καὶ ῥητορικῆς ὄφελος. ὁ ἀνὴρ οὗτος Λολλιανοῦ μὲν ἀκροατής, Ἡρώδου δὲ οὐκ ἀνήκοος. ἐβίω μὲν οὖν ὑπὲρ τὰ πεντήκοντα δυοῖν ἐτοῖν κατασχὼν τὸν θρόνον, τὴν δὲ ἰδέαν τῶν λόγων ἀποχρῶν καὶ τοῖς δικανικοῖς καὶ τοῖς ὑπερσοφιστεύουσιν.
γ