Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

5.1 Ἀλεξάνδρῳ δέ, ὃν Πηλοπλάτωνα οἱ πολλοὶ ἐπωνόμαζον, πατρὶς μὲν ἦν Σελεύκεια πόλις οὐκ ἀφανὴς ἐν Κιλικίᾳ, πατὴρ δὲ ὁμώνυμος καὶ τοὺς ἀγοραίους λόγους ἱκανώτατος, μήτηρ δὲ περιττὴ τὸ εἶδος, ὡς αἱ γραφαὶ ἑρμηνεύουσι, καὶ προσφερὴς τῇ τοῦ Εὐμήλου Ἑλένῃ· Εὐμήλῳ γάρ τις Ἑλένη γέγραπται οἵα ἀνάθεμα εἶναι τῆς Ῥωμαίων ἀγορᾶς. ἐρασθῆναι τῆς γυναικὸς ταύτης καὶ ἑτέρους μέν, ἐπιδήλως δὲ Ἀπολλώνιόν φασι τὸν Τυανέα, καὶ τοὺς μὲν ἄλλους ἀπαξιῶσαι, τῷ δὲ Ἀπολλωνίῳ ξυγγενέσθαι δι’ ἔρωτα εὐπαιδίας, ἐπειδὴ θειότερος ἀνθρώπων. τοῦτο μὲν δὴ ὁπόσοις τρόποις ἀπίθανον, εἴρηται σαφῶς ἐν τοῖς ἐς Ἀπολλώνιον. θεοειδὴς δὲ ὁ Ἀλέξανδρος καὶ περίβλεπτος ξὺν ὥρᾳ, γενειάς τε γὰρ ἦν αὐτῷ βοστρυχώδης καὶ καθειμένη τὸ μέτριον ὄμμα τε ἁβρὸν καὶ μέγα καὶ ῥὶς ξύμμετρος καὶ ὀδόντες λευκότατοι δάκτυλοί τε εὐμήκεις καὶ τῇ τοῦ λόγου ἡνίᾳ ἐπιπρέποντες. ἦν δὲ αὐτῷ καὶ πλοῦτος δαπανώμενος ἐς ἡδονὰς οὐ μεμπτάς.
5.2 ἐς δὲ ἄνδρας ἥκων ἐπρέσβευε μὲν ὑπὲρ τῆς Σελευκείας παρὰ τὸν Ἀντωνῖνον, διαβολαὶ δὲ ἐπʼ αὐτὸν ἐφοίτησαν, ὡς νεότητα ἐπιποιοῦντα τῷ εἴδει. ἧττον δὲ αὐτῷ προσέχειν δοκοῦντος τοῦ βασιλέως ἐπάρας τὴν φωνὴν ὁ Ἀλέξανδρος πρόσεχέ μοι, ἔφη Καῖσαρ. καὶ ὁ αὐτοκράτωρ παροξυνθεὶς πρὸς αὐτὸν ὡς θρασυτέρᾳ τῇ ἐπιστροφῇ χρησάμενον προσέχω ἔφη καὶ ξυνίημί σου· σὺ γὰρ ἔφη ὁ τὴν κόμην ἀσκῶν καὶ τοὺς ὀδόντας λαμπρύνων καὶ τοὺς ὄνυχας ξέων καὶ τοῦ μύρου ἀεὶ πνέων. Τὸν μὲν δὴ πλεῖστον τοῦ βίου τῇ τε Ἀντιοχείᾳ ἐνεσπούδαζε καὶ τῇ Ῥώμῃ καὶ τοῖς Ταρσοῖς καὶ νὴ Δία Αἰγύπτῳ πάσῃ, ἀφίκετο γὰρ καὶ ἐς τὰ τῶν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi