Kitap 2
1.2
πηγαὶ δὲ αὐτῷ τοῦ πλούτου πολλαὶ μὲν κἀκ πολλῶν οἴκων, μέγισται δὲ ἥ τε πατρῴα καὶ ἡ μητρόθεν. ὁ μὲν γὰρ πάππος αὐτοῦ Ἵππαρχος ἐδημεύθη τὴν οὐσίαν ἐπὶ τυραννικαῖς αἰτίαις, ἃς Ἀθηναῖοι μὲν οὐκ ἐπῆγον, ὁ δὲ αὐτοκράτωρ οὐκ ἠγνόησεν, Ἀττικὸν δὲ τὸν μὲν ἐκείνου παῖδα, Ἡρώδου δὲ πατέρα οὐ περιεῖδεν ἡ Τύχη πένητα ἐκ πλουσίου γενόμενον, ἀλλʼ ἀνέδειξεν αὐτῷ θησαυροῦ χρῆμα ἀμύθητον ἐν μιᾷ τῶν οἰκιῶν, ἃς πρὸς τῷ θεάτρῳ ἐκέκτητο, οὗ διὰ μέγεθος εὐλαβὴς μᾶλλον ἢ περιχαρὴς γενόμενος ἔγραψε πρὸς τὸν αὐτοκράτορα ἐπιστολὴν ὧδε ξυγκειμένην· θησαυρόν, ὦ βασιλεῦ, ἐπὶ τῆς ἐμαυτοῦ οἰκίας εὕρηκα· τί οὖν περὶ αὐτοῦ κελεύεις; καὶ ὁ αὐτοκράτωρ, Νερούας δὲ ἦρχε τότε, χρῶ ἔφη οἷς εὕρηκας. τοῦ δὲ Ἀττικοῦ ἐπὶ τῆς αὐτῆς εὐλαβείας μείναντος καὶ γράψαντος ὑπὲρ ἑαυτὸν εἶναι τὰ τοῦ θησαυροῦ μέτρα καὶ παραχρῶ ἔφη τῷ ἑρμαίῳ, σὸν γάρ ἐστιν. ἐντεῦθεν μέγας μὲν ὁ Ἀττικός, μείζων δὲ ὁ Ἡρώδης, πρὸς γὰρ τῷ πατρῴῳ πλούτῳ καὶ ὁ μητρῷος αὐτῷ πλοῦτος οὐ παρὰ πολὺ τούτου ἐπερρύη.