Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

8.1 Φίλαγρος δὲ ὁ Κίλιξ Λολλιανοῦ μὲν ἀκροατὴς ἐγένετο, σοφιστῶν δὲ θερμότατος καὶ ἐπιχολώτατος, λέγεται γὰρ δὴ νυστάζοντά ποτε ἀκροατὴν καὶ ἐπὶ κόρρης πλῆξαι, καὶ ὁρμῇ δὲ λαμπρᾷ ἐκ μειρακίου χρησάμενος οὐκ ἀπελείφθη αὐτῆς οὐδʼ ὁπότε ἐγήρασκεν, ἀλλʼ οὕτω τι ἐπέδωκεν, ὡς καὶ σχῆμα τοῦ διδασκάλου νομισθῆναι. πλείστοις δὲ ἐπιμίξας ἔθνεσι καὶ δοκῶν ἄριστα μεταχειρίζεσθαι τὰς ὑποθέσεις οὐ μετεχειρίσατο Ἀθήνησιν εὖ τὴν αὑτοῦ χολήν, ἀλλʼ ἐς ἀπέχθειαν Ἡρώδῃ κατέστησεν ἑαυτόν, καθάπερ τούτου ἀφιγμένος ἕνεκα. ἐβάδιζε μὲν γὰρ δείλης ἐν Κεραμεικῷ μετὰ τεττάρων, οἷοι Ἀθήνησιν οἱ τοὺς σοφιστὰς θηρεύοντες, ἰδὼν δὲ νεανίαν ἐκ δεξιᾶς ἀναστρέφοντα μετὰ πλειόνων σκώπτεσθαί τι ὑπʼ αὐτοῦ δόξας ἀλλʼ ἦ σὺ ἔφη τίς ; Ἀμφικλῆς ἐγώ, ἔφη εἰ δὴ τὸν Χαλκιδέα ἀκούεις. ἀπέχου τοίνυν ἔφη τῶν ἐμῶν ἀκροάσεων, οὐ γάρ μοι δοκεῖς ὑγιαίνειν. τοῦ δὲ ἐρομένου τίς δὲ ὢν ταῦτα κηρύττεις; δεινὰ πάσχειν ἦ δʼ ὁ Φίλαγρος, εἰ ἀγνοεῖταί ποι. ἐκφύλου δὲ αὐτὸν ῥήματος ὡς ἐν ὀργῇ διαφυγόντος λαβόμενος ὁ Ἀμφικλῆς, καὶ γὰρ δὴ καὶ ἐτύγχανε τῶν Ἡρώδου γνωρίμων τὴν πρώτην φερόμενος, παρὰ τίνι τῶν ἐλλογίμων ἔφη τοῦτο εἴρηται; καὶ ὃς παρὰ Φιλάγρῳ ἔφη. αὕτη μὲν δὴ ἡ παροινία ἐς τὰ τοιαῦτα προὔβη, τῆς δὲ ὑστεραίας μαθὼν τὸν Ἡρώδην ἐν τῷ προαστείῳ διαιτώμενον γράφει πρὸς αὐτὸν ἐπιστολὴν καθαπτόμενος τοῦ ἀνδρὸς ὡς ἀμελοῦντος τοῦ τῶν ἀκροατῶν κόσμου. καὶ ὁ Ἡρώδης δοκεῖς μοι ἔφη οὐ καλῶς προοιμιάζεσθαι ἐπιπλήττων αὐτῷ ὡς μὴ κτωμένῳ ἀκροατῶν εὔνοιαν, ἣν προοίμιον ἡγεῖσθαι χρὴ τῶν ἐπιδείξεων. ὁ δὲ ὥσπερ οὐ ξυνιεὶς τοῦ αἰνίγματος, ἢ ξυνιεὶς μέν, ἐν γέλωτι δὲ τὴν τοῦ Ἡρώδου γνώμην βελτίστην οὖσαν τιθέμενος ἐψεύσθη τῆς ἐπιδείξεως παρελθὼν ἐς ἀκροατὰς οὐκ εὔνους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi