Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

8.2 ὡς γὰρ τῶν πρεσβυτέρων ἤκουον, προσέκρουσε μὲν ἡ διάλεξις νεαροηχὴς δόξασα καὶ ἐσπασμένη τὰς ἐννοίας, ἔδοξε δὲ καὶ μειρακιώδης, γυναικὸς γὰρ θρῆνος ἐγκατεμέμικτο τοῖς Ἀθηναίων ἐγκωμίοις τεθνεώσης αὐτῷ ἐν Ἰωνίᾳ, τὴν δὲ μελέτην οὕτως ἐπεβουλεύθη· ἠγώνιστό τις αὐτῷ κατὰ τὴν Ἀσίαν ὐπόθεσις οἱ παραιτούμενοι τὴν τῶν ἀκλήτων συμμαχίαν· ταύτης ἐκδεδομένης ἤδη τῆς ὑποθέσεως μνήμην ξυνελέξατο, καὶ γὰρ δὴ καὶ εὐδοκιμηκὼς ἐπʼ αὐτῇ ἐτύγχανε, λόγου δὲ ἥκοντος ἐς τοὺς ἀμφὶ τὸν Ἡρώδην, ὡς ὁ Φίλαγρος τὰς μὲν πρῶτον ὁριζομένας ὑποθέσεις αὐτοσχεδιάζοι, τὰς δὲ καὶ δεύτερον οὐκέτι ἀλλʼ ἕωλα μελετῴη καὶ ἑαυτῷ προειρημένα προὔβαλον μὲν αὐτῷ τοὺς ἀκλήτους τούτους, δοκοῦντι δὲ ἀποσχεδιάζειν ἀντανεγιγνώσκετο ἡ μελέτη. θορύβου δὲ πολλοῦ καὶ γέλωτος τὴν ἀκρόασιν κατασχόντος βοῶν ὁ Φίλαγρος καί κεκραγώς, ὡς δεινὰ πάσχοι τῶν ἑαυτοῦ εἰργόμενος οὐ διέφυγε τὴν ἤδη πεπιστευμένην αἰτίαν. ταῦτα μὲν οὖν ἐν τῷ Ἀγριππείῳ ἐπράχθη, διαλιπὼν δὲ ἡμέρας ὡς τέτταρας παρῆλθεν ἐς τὸ τῶν τεχνιτῶν βουλευτήριον, ὃ δὴ ᾠκοδόμηται παρὰ τὰς τοῦ Κεραμεικοῦ πύλας οὐ πόρρω τῶν ἱππέων. εὐδοκιμώτατα δὲ ἀγωνιζόμενος τὸν Ἀριστογείτονα τὸν ἀξιοῦντα κατηγορεῖν τοῦ μὲν Δημοσθένους Μηδισμοῦ, τοῦ δὲ Αἰσχίνου Φιλιππισμοῦ, ὑπὲρ ὧν καὶ γεγραμμένοι ἀλλήλους ἐτύγχανον, ἐσβέσθη τὸ φθέγμα ὑπὸ τῆς χολῆς ἐπισκοτοῦντος φύσει τοῖς ἐπιχόλοις τὴν φωνὴν τοῦ φωνητικοῦ πνεύματος. χρόνῳ μὲν οὖν ὕστερον ἐπεβάτευσε τοῦ κατὰ τὴν Ῥώμην θρόνου, Ἀθήνησι δὲ ἀπηνέχθη τῆς ἑαυτοῦ δόξης διʼ ἃς εἴρηκα αἰτίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi