Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

8.3 χαρακτὴρ τῶν τοῦ Φιλάγρου λόγων ὁ μὲν ἐν ταῖς διαλέξεσι τοιοῦτος· εἶτα οἴει ἥλιον ἑσπέρῳ φθονεῖν ἢ μέλειν αὐτῷ, εἴ τίς ἐστιν ἀστὴρ ἄλλος ἐν οὐρανῷ; οὐχ οὕτως ἔχει τὰ τοῦ μεγάλου τούτου πυρός. ἐμοὶ μὲν γὰρ δοκεῖ καὶ ποιητικῶς ἑκάστῳ διανέμειν, σοὶ μὲν ἄρκτον δίδωμι, λέγοντα, σοὶ δὲ μεσημβρίαν,  σοὶ δὲ ἐσπέραν, πάντες δὲ ἐν νυκτί, πάντες, ὅταν ἐγὼ μὴ βλέπωμαι· ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην καὶ ἀστέρες οὐδαμοῦ. τίνες δὲ καὶ οἱ τῆς μελέτης αὐτῷ ῥυθμοὶ ἦσαν, δηλώσει τὰ πρὸς τοὺς ἀκλήτους εἰρημένα, καὶ γὰρ καὶ χαίρειν αὐτοῖς ἐλέγετο· φίλε, τήμερόν σε τεθέαμαι καὶ τήμερον ἐν ὅπλοις καὶ μετὰ ξίφους μοι λαλεῖς καὶ τὴν ἀπὸ τῆς ἐκκλησίας μόνην οἶδα φιλίαν. ἄπιτε οὖν, ἄνδρες φίλοι, τοῦτο γὰρ ὑμῖν τηροῦμεν τοὔνομα, κἂν δεηθῶμέν ποτε συμμάχων, ἐφʼ ὑμᾶς πέμψομεν, εἴ ποτε δήπου.
8.4 μέγεθος μὲν οὖν ὁ Φίλαγρος μετρίου μείων, τὴν δὲ ὀφρὺν πικρὸς καὶ τὸ ὄμμα ἕτοιμος καὶ ἐς ὀργὴν ἐκκληθῆναι πρόθυμος, καὶ τὸ ἐν αὐτῷ δύστροπον οὐδʼ αὐτὸς ἠγνόει· ἐρομένου γοῦν αὐτὸν ἑνὸς τῶν ἑταίρων, τί μαθὼν παιδοτροφίᾳ οὐ χαίροι, ὅτι ἔφη οὐδʼ ἐμαυτῷ χαίρῳ. ἀποθανεῖν δὲ αὐτὸν οἱ μὲν ἐν τῇ θαλάττῃ, οἱ δὲ ἐν Ἰταλίᾳ περὶ πρῶτον γῆρας.

θ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi