Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

9.3 Δαμιανοῦ κἀκεῖνα ἤκουον, τὸν σοφιστὴν τοῦτον διαβάλλειν μὲν τοὺς αὐτοσχεδίους ἐν ταῖς διαλέξεσι, θαυμάζειν δὲ οὕτω τὸ σχεδιάζειν, ὡς καὶ ἰδίᾳ ἐκπονεῖν αὐτὸ ἐν δωματίῳ ἑαυτόν καθειργνύντα, ἐξεπόνει δὲ κῶλον ἐκ κώλου καὶ νόημα ἐκ νοήματος ἐπανακυκλῶν. τουτὶ δὲ ἡγώμεθα μασωμένου μᾶλλον ἢ ἐσθίοντος, αὐτοσχέδιος γὰρ γλώττης εὐροούσης ἀγώνισμα. κατηγοροῦσι δὲ τοῦ Ἀριστείδου τινὲς ὡς εὐτελὲς εἰπόντος προοίμιον ἐπὶ τῶν μισθοφόρων τῶν ἀπαιτουμένων τὴν γῆν, ἄρξασθαι γὰρ δὴ αὐτὸν τῆς ὑποθέσεως ταύτης ὧδε· οὐ παύσονται οὗτοι οἱ ἄνθρωποι παρέχοντες ἡμῖν πράγματα. λαμβάνονται δέ τινες καὶ ἀκμῆς τοῦ ἀνδρὸς ἐπὶ τοῦ παραιτουμένου τὸν τειχισμὸν τῆς Λακεδαίμονος, εἴρηται δὲ ὧδε· μὴ γὰρ δὴ ἐν τείχει ἐπιπτήξαιμεν ὀρτύγων ἀναψάμενοι φύσιν. λαμβάνονται καὶ παροιμίας ὡς ταπεινῶς προσερριμμένης, ἐπιδιαβάλλων γὰρ τὸν Ἀλέξανδρον ὡς πατρῴζοντα τὴν ἐν τοῖς πράγμασι δεινότητα τοῦ πατρὸς ἔφη τὸ παιδίον εἶναι. οἱ αὐτοὶ κατηγοροῦσι καὶ σκώμματος, ἐπειδὴ τοὺς Ἀριμασποὺς τοὺς μονομμάτους ἔφη ξυγγενεῖς εἶναι τοῦ Φιλίππου, ὥσπερ τοῦ Δημοσθένους ἀπολελογημένου τοῖς Ἕλλησιν ὑπὲρ τοῦ τραγικοῦ πιθήκου καὶ τοῦ ἀρουραίου Οἰνομάου. ἀλλὰ μὴ ἐκ τούτων τὸν Ἀριστείδην, δηλούτω δὲ αὐτὸν ὅ τε Ἰσοκράτης ὁ τοὺς Ἀθηναίους ἐξάγων τῆς θαλάττης καὶ ὁ ἐπιτιμῶν τῷ Καλλιξείνῳ ἐπὶ τῷ μὴ θάπτειν τοὺς δέκα καὶ οἱ βουλευόμενοι περὶ τῶν ἐν Σικελίᾳ καὶ ὁ μὴ λαβὼν Αἰσχίνης παρὰ τοῦ Κερσοβλέπτου τὸν σῖτον καὶ οἱ παραιτούμενοι τὰς σπονδὰς μετὰ τὸ κτεῖναι τὰ γένη, ἐν ᾗ μάλιστα ὑποθέσεων ἀναδιδάσκει ἡμᾶς, πῶς ἄν τις ἀσφαλῶς κεκινδυνευμένας τε καὶ τραγικὰς ἐννοίας μεταχειρίσαιτο. καὶ πλείους ἑτέρας ὑποθέσεις οἶδα εὐπαιδευσίαν ἐνδεικνυμένας τοῦ ἀνδρὸς τούτου καὶ ἰσχὺν καὶ ἦθος, ἀφʼ ὧν μᾶλλον αὐτὸν θεωρητέον, ἢ εἰ που καὶ παρέπτυσέ τι ἐς φιλοτιμίαν ἐκπεσών. καὶ τεχνικώτατος δὲ σοφιστῶν ὁ Ἀριστείδης ἐγένετο καὶ πολὺς ἐν θεωρήμασι, ὅθεν καὶ τοῦ σχεδιάζειν ἀπηνέχθη, τὸ γὰρ κατὰ θεωρίαν βούλεσθαι προάγειν πάντα ἀσχολεῖ τὴν γνώμην καὶ ἀπαλλάττει τοῦ ἑτοίμου. ἀποθανεῖν δὲ τὸν Ἀριστείδην οἱ μὲν οἴκοι γράφουσιν, οἱ δὲ ἐν Ἰωνίᾳ ἔτη βιώσαντα οἱ μὲν ἑξήκοντά φασιν, οἱ δὲ ἀγχοῦ τῶν ἑβδομήκοντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi