Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

ι

10.1 Ἀδριανὸν δὲ τὸν Φοίνικα Τύρος μὲν ἤνεγκεν, Ἀθῆναι δὲ ἤσκησαν. ὡς γὰρ τῶν ἐμαυτοῦ διδασκάλων ἤκουον, ἀφίκετο μὲν ἐς αὐτὰς κατὰ Ἡρώδην, φύσεως δὲ ἰσχὺν σοφιστικωτάτην ἐνδεικνύμενος καὶ οὐκ ἄδηλος ὢν ὡς ἐπὶ μέγα ἥξοι· ἐφοίτησε μὲν γὰρ τῷ Ἡρώδῃ ὀκτὼ καὶ δέκα ἴσως γεγονὼς ἔτη καὶ ταχέως ἀξιωθείς, ὧν Σκέπτος τε καὶ Ἀμφικλῆς ἠξιοῦντο, ἐνεγράφη καὶ τῇ τοῦ Κλεψυδρίου ἀκροάσει. τὸ δὲ Κλεψύδριον ὧδε εἶχεν· τῶν τοῦ Ἡρώδου ἀκροατῶν δέκα οἱ ἀρετῆς ἀξιούμενοι ἐπεσιτίζοντο τῇ ἐς πάντας ἀκροάσει κλεψύδραν ξυμμεμετρημένην ἐς ἑκατὸν ἔπη, ἃ διῄει ἀποτάδην ὁ Ἡρώδης παρῃτημένος τὸν ἐκ τῶν ἀκροατῶν ἔπαινον καὶ μόνου γεγονὼς τοῦ λέγειν. παραδεδωκότος δὲ αὐτοῦ τοῖς γνωρίμοις τὸ μηδὲ τὸν τοῦ πότου καιρὸν ἀνιέναι, ἀλλὰ κἀκεῖ τι ἐπισπουδάζειν τῷ οἴνῳ ξυνέπινε μὲν ὁ Ἀδριανὸς τοῖς ἀπὸ τῆς κλεψύδρας ὡς κοινωνὸς μεγάλου ἀπορρήτου, λόγου δὲ αὐτοῖς περὶ τῆς ἑκάστου τῶν σοφιστῶν ἰδέας προβαίνοντος παρελθὼν ἐς μέσους ὁ Ἀδριανὸς ἐγὼ ἔφη ὑπογράψω τοὺς χαρακτῆρας οὐ κομματίων ἀπομνημονεύων ἢ νοιδίων ἢ κώλων ἢ ῥυθμῶν, ἀλλʼ ἐς μίμησιν ἐμαυτὸν καθιστὰς καὶ τὰς ἁπάντων ἰδέας ἀποσχεδιάζων σὺν εὐροίᾳ καὶ ἐφιεὶς τῇ γλώττῃ. παραλιπόντος δὲ αὐτοῦ τὸν Ἡρώδην ὁ μὲν Ἀμφικλῆς ἤρετο τοῦ χάριν τὸν διδάσκαλον αὐτῶν παρέλθοι αὐτός τε ἐρῶν τῆς ἰδέας ἐκείνους τε ἰδὼν ἐρῶντας ὅτι ἔφη οὗτοι μὲν οἷοι καὶ μεθύοντι παραδοῦναι μίμησιν, Ἡρώδην δὲ τὸν βασιλέα τῶν λόγων ἀγαπητὸν ἢν ἄοινός τε καὶ νήφων ὑποκρίνωμαι. ταῦτα ἀπαγγελθέντα τῷ Ἡρώδῃ διέχεεν αὐτὸν ὄντα καὶ ἄλλως ἥττω εὐδοξίας. ἐπήγγειλε δὲ τῷ Ἡρώδῃ καὶ ἀκρόασιν σχεδίου λόγου νεάζων ἔτι, καὶ ὁ Ἡρώδης  οὐχ ὡς διαβάλλουσί τινες, βασκαίνων τε καὶ τωθάζων, ἀλλʼ ἀπὸ τοῦ διακειμένου τε καὶ ἵλεω ἀκροασάμενος ἐπέρρωσε τὸν νεανίαν εἰπὼν ἐπὶ πᾶσιν κολοσσοῦ ταῦτα μεγάλα σπαράγματʼ ἂν εἴη, ἅμα μὲν διορθούμενος αὐτὸν ὡς ὑφʼ ἡλικίας διεσπασμένον τε καὶ μὴ ξυγκείμενον, ἅμα δὲ ἐπαινῶν ὡς μεγαλόφωνόν τε καὶ μεγαλογνώμονα. καὶ λόγον τῷ Ἡρώδῃ ἀποθανόντι ἐπεφθέγξατο ἐπάξιον τοῦ ἀνδρός, ὡς ἐς δάκρυα ἐκκληθῆναι τοὺς Ἀθηναίους ἐν τῇ τοῦ λόγου ἀκροάσει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi