Kitap 2
1.3
μεγαλοψυχία δὲ λαμπρὰ καὶ περὶ τὸν Ἀττικὸν τοῦτον· ἦρχε μὲν γὰρ τῶν κατὰ τὴν Ἀσίαν ἐλευθέρων πόλεων ὁ Ἡρώδης, ἰδὼν δὲ τὴν Τρῳάδα βαλανείων τε πονήρως ἔχουσαν καὶ γεῶδες ὕδωρ ἐκ φρεάτων ἀνιμῶντας ὀμβρίων τε ὑδάτων θήκας ὀρύττοντας ἐπέστειλεν Ἀδριανῷ αὐτοκράτορι μὴ περιιδεῖν πόλιν ἀρχαίαν καὶ εὐθάλαττον αὐχμῷ φθαρεῖσαγ, ἀλλʼ ἐπιδοῦναί σφισι τριακοσίας μυριάδας ἐς ὕδωρ, ὧν πολλαπλασίους ἤδη καὶ κώμαις ἐπιδεδώκοι. ἐπῄνεσεν ὁ αὐτοκράτωρ τὰ ἐπεσταλμένα ὡς πρὸς τρόπου ἑαυτῷ ὄντα καὶ τὸν Ἡρώδην αὐτὸν ἐπέταξε τῷ ὕδατι. ἐπεὶ δὲ ἐς ἑπτακοσίας μυριάδας ἡ δαπάνη προὔβαινεν ἐπέστελλόν τε τῷ αὐτοκράτορι οἱ τὴν Ἀσίαν ἐπιτροπεύοντες, ὡς δεινὸν πεντακοσίων πόλεων φόρον ἐς μιᾶς πόλεως δαπανᾶσθαι κρήνην, ἐμέμψατο πρὸς τὸν Ἀττικὸν ὁ αὐτοκράτωρ ταῦτα, καὶ ὁ Ἀττικὸς μεγαλοφρονέστατα ἀνθρώπων ὦ βασιλεῦ, εἶπεν ὑπὲρ μικρῶν μὴ παροξύνου, τὸ γὰρ ὑπὲρ τὰς τριακοσίας μυριάδας ἀναλωθὲν ἐγὼ μὲν τῷ υἱῷ ἐπιδίδωμι, ὁ δὲ υἱὸς τῇ πόλει ἐπιδίδωσι. καὶ αἱ διαθῆκαι δέ, ἐν αἷς τῷ Ἀθηναίων δήμῳ κατέλειπε καθʼ ἕκαστον ἔτος μνᾶν καθʼ ἕνα, μεγαλοφροσύνην κατηγοροῦσι τοῦ ἀνδρός, ᾗ καὶ ἐς τὰ ἄλλα ἐχρῆτο, ἑκατὸν μὲν βοῦς τῇ θεῷ θύων ἐν ἡμέρᾳ μιᾷ πολλάκις, ἑστιῶν δὲ τῇ θυσίᾳ τὸν Ἀθηναίων δῆμον κατὰ φυλὰς καὶ γένη, ὁπότε δὲ ἥκοι Διονύσια καὶ κατίοι ἐς Ἀκαδημίαν τὸ τοῦ Διονύσου ἕδος, ἐν Κεραμεικῷ ποτίζων ἀστοὺς ὁμοίως καὶ ξένους κατακειμένους ἐπὶ στιβάδων κιττοῦ.