Kitap 2
1.4
ἐπεὶ δὲ τῶν τοῦ Ἀττικοῦ διαθηκῶν ἐπεμνήσθην, ἀνάγκη καὶ τὰς αἰτίας ἀναγράψαι, διʼ ἃς προσέκρουσεν Ἡρώδης Ἀθηναίοις· εἶχον μὲν γὰρ αἱ διαθῆκαι, ὡς εἶπον, ἔγραψε δὲ αὐτὰς ξυμβουλίᾳ τῶν ἀμφʼ ἑαυτὸν ἀπελευθέρων, οἳ χαλεπὴν ὁρῶντες τὴν Ἡρώδου φύσιν ἀπελευθέροις τε καὶ δούλοις ἀποστροφὴν ἐποιοῦντο τοῦ Ἀθηναίων δήμου, ὡς τῆς δωρεᾶς αὐτοὶ αἴτιοι. καὶ ὁποῖα μὲν τῶν ἀπελευθέρων τὰ πρὸς τὸν Ἡρώδην, δηλούτω ἡ κατηγορία, ἣν πεποίηται σφῶν πᾶν κέντρον ἠρμένος τῆς ἑαυτοῦ γλώττης. ἀναγνωσθεισῶν δὲ τῶν διαθηκῶν ξυνέβησαν οἰ Ἀθηναῖοι πρὸς τὸν Ἡρώδην πέντε μνᾶς αὐτὸν ἐσάπαξ ἑκάστῳ καταβάλλοντα πρίασθαι παρʼ αὐτῶν τὸ μὴ ἀεὶ διδόναι· ἀλλʼ ἐπεὶ προσῄεσαν μὲν ταῖς τραπέζαις ὑπὲρ τῶν ὡμολογημένων, ἐπανεγιγνώσκετο δὲ αὐτοῖς ξυμβόλαια πατέρων τε καὶ πάππων ὡς ὀφειλόντων τοῖς Ἡρώδου γονεῦσιν ἀντιλογισμοῖς τε ὑπήγοντο καὶ οἱ μὲν μικρὰ ἠριθμοῦντο, οἱ δὲ οὐδέν, οἱ δὲ συνείχοντο ἐπʼ ἀγορᾶς ὡς καὶ ἀποδώσοντες, παρώξυνε ταῦτα τοὺς Ἀθηναίους ὡς ἡρπασμένους τὴν δωρεὰν καὶ οὐκ ἐπαύσαντο μισοῦντες, οὐδὲ ὁπότε τὰ μέγιστα εὐεργετεῖν ᾤετο. τὸ οὖν στάδιον ἔφασαν ʽεὖἐπωνομάσθαι Παναθηναικόν, κατεσκευάσθαι γὰρ αὐτὸ ἐξ ὧν ἀπεστεροῦντο Ἀθηναῖοι πάντες.