Kitap 2
20.2
πρεσβεύων δὲ παρὰ Σεβῆρον ἐν Ῥώμῃ τὸν αὐτοκράτορα ἀπεδύσατο πρὸς Ἡρακλείδην τὸν σοφιστὴν τὸν ὑπὲρ μελέτης ἀγῶνα, καὶ ἀπῆλθεν ὁ μὲν τὴν ἀτέλειαν ἀφαιρεθείς, ὁ δὲ Ἀπολλώνιος δῶρα ἔχων. διαδόντος δὲ τοῦ Ἡρακλείδου λόγον οὐκ ἀληθῆ ὑπὲρ τοῦ Ἀπολλωνίου, ὡς αὐτίκα δὴ βαδιουμένου ἐς Λιβύην, ἡνίκα Λεπτίνης ἦν ὁ αὐτοκράτωρ ἐκεῖ καὶ τὰς ἐξ ἁπάσης γῆς ἀρετὰς συνῆγεν, καὶ πρὸς αὐτὸν εἰπόντος ὥρα σοι ἀναγιγνώσκειν τὸν πρὸς Λεπτίνην σοὶ μὲν οὖν, ἦ δʼ ὁ Ἀπολλώνιος, καὶ γὰρ δὴ καὶ ὑπὲρ τῆς ἀτελείας γέγραπται.
20.3
βαλβῖδα μὲν δὴ τοῦ λόγου ὁ Ἀπολλώνιος ἐκ τῆς Ἀδριανοῦ ἰδέας βέβληται ἅτε δὴ καὶ ἀκροατὴς γενόμενος, παραλλάττει δὲ ὅμως ἐς ῥυθμοὺς ἐμμέτρους τε καὶ ἀναπαίοντας, οὓς εἰ φυλάξαιτο, σεμνοπρεπὴς τὴν ἀπαγγελίαν δοκεῖ καὶ βεβηκώς. τουτὶ δέ ἐστιν εὑρεῖν καὶ ἐπʼ ἄλλων μὲν ὑποθέσεων, μάλιστα δὲ ἐπὶ τοῦ Καλλίου, ὃς ἀπαγορεύει τοῖς Ἀθηναίοις πυρὶ μὴ θάπτειν· ὑψηλὴν ἆρον, ἄνθρωπε, τὴν δᾷδα. τί βιάζῃ καὶ κατάγεις κάτω καὶ βασανίζεις τὸ πῦρ; οὐράνιόν ἐστιν, αἰθέριόν ἐστιν, πρὸς τὸ ξυγγενὲς ἔρχεται τὸ πῦρ. οὐ κατάγει νεκρούς, ἀλλʼ ἀνάγει θεούς. ἰὼ Προμηθεῦ δᾳδοῦχε καὶ πυρφόρε, οἷά σου τὸ δῶρον ὑβρίζεται· νεκροῖς ἀναισθήτοις ἀναμίγνυται. ἐπάρηξον βοήθησον κλέψον, εἰ δυνατόν, κἀκεῖθεν τὸ πῦρ. παρεθέμην δὲ ταῦτα οὐ παραιτούμενος αὐτὸν τῶν ἀκολάστων ῥυθμῶν, ἀλλὰ διδάσκων, ὅτι μηδὲ τοὺς σωφρονεστέρους ῥυθμοὺς ἠγνόει ἐτελεύτα μὲν οὖν ἀμφὶ τὰ πέντε καὶ ἑβδομήκοντα ἔτη πολὺς καὶ ἐν τῷ Ἀθηναίων δήμῳ πνεύσας, ἐτάφη δὲ ἐν τῷ προαστείῳ τῆς Ἐλευσῖνάδε λεωφόρου. ὄνομα μὲν δὴ τῷ προαστείῳ Ἱερὰ συκῆ, τὰ δὲ Ἐλευσινόθεν ἱερά, ἐπειδὰν ἐς ἄστυ ἄγωσιν, ἐκεῖ ἀναπαύουσιν.
κα