Kitap 2
23.2
συνῆψε δὲ καὶ τὸ ἱερὸν τῇ Ἐφέσῳ κατατείνας ἐς αὐτὸ τὴν διὰ τῶν Μαγνητικῶν κάθοδον. ἔστι δὲ αὕτη στοὰ ἐπὶ στάδιον λίθου πᾶσα, νοῦς δὲ τοῦ οἰκοδομήματος μὴ ἀπεῖναι τοῦ ἱεροῦ τοὺς θεραπεύοντας, ὁπότε ὕοι. τοῦτο μὲν δὴ τοὖργον ἀπὸ πολλῶν χρημάτων ἀποτελεσθὲν ἐπέγραψεν ἀπὸ τῆς ἑαυτοῦ γυναικός, τὸ δὲ ἐν τῷ ἱερῷ ἑστιατήριον αὐτὸς ἀνέθηκε μεγέθει τε ἐξάρας ὑπὲρ πάνθʼ ὁμοῦ τὰ παρʼ ἑτέροις καὶ λόγου κρείττω περιβαλὼν κόσμον, ὡράισται γὰρ Φρυγίῳ λίθῳ, οἷος οὔπω ἐτμήθη. πλούτῳ δὲ χρῆσθαι καλῶς ἐκ μειρακίου ἤρξατο· Ἀριστείδου γὰρ δὴ καὶ Ἀδριανοῦ κατειληφότοιν τοῦ μὲν τὴν Σμύρναν, τοῦ δὲ τὴν Ἔφεσον, ἠκροάσατο ἀμφοῖν ἐπὶ μυρίαις εἰπὼν πολλῷ ἥδιον ἐς τοιαῦτα δαπανᾶν παιδικὰ ἢ ἐς καλούς τε καὶ καλάς, ὥσπερ ἔνιοι. καὶ ὁπόσα ὑπὲρ τῶν ἀνδρῶν τούτων ἀναγέγραφα Δαμιανοῦ μαθὼν εἴρηκα εὖ τὰ ἀμφοῖν εἰδότος.
23.3
πλούτου δὲ ἐπίδειξιν τῷ ἀνδρὶ τούτῳ κἀκεῖνα εἶχεν· πρῶτα μὲν ἡ γῆ πᾶσα, ὁπόσην ἐκέκτητο, ἐκπεφυτευμένη δένδρεσι καρπίμοις τε καὶ εὐσκίοις, ἐν δὲ τοῖς ἐπὶ θαλάττῃ καὶ νῆσοι χειροποίητοι καὶ λιμένων προχώσεις βεβαιοῦσαι τοὺς ὅρμους καταιρούσαις τε καὶ ἀφιείσαις ὁλκάσιν, οἰκίαι τε ἐν προαστείοις αἱ μὲν κατεσκευασμέναι τὸν ἐν ἄστει τρόπον, αἱ δὲ ἀντρώδεις, ἔπειτα αὐτοῦ τοῦ ἀνδρὸς τὸ ἐν τῇ ἀγορᾷ ἦθος οὐ πᾶν ἀσπαζομένου κέρδος, οὐδὲ ἐπαινοῦντος τὸ ἐξ ἅπαντος λαμβάνειν, ἀλλʼ οὓς αἴσθοιτο ἀποροῦντας προῖκα τούτοις τὴν ἑαυτοῦ φωνὴν διδόντος. παραπλήσιον δὲ ἦν κἀν τοῖς σοφιστικοῖς τῶν λόγων, οὓς γὰρ αἴσθοιτο ἀποροῦντας ἐξ ὑπερορίων ἐθνῶν ἥκοντας, ἠφίει τούτοις τὸν μισθὸν τῆς ἀκροάσεως, μὴ λάθοιεν δαπανώμενοι.
23.4
ἦν δὲ δικανικοῦ μὲν σοφιστικώτερος, σοφιστικοῦ δὲ δικανικώτερος. προιὼν δὲ ἐς γῆρας μεθῆκεν ἄμφω τὰς σπουδὰς τὸ σῶμα καταλυθεὶς μᾶλλον ἢ τὴν γνώμην· τοῖς γοῦν κατὰ κλέος αὐτοῦ φοιτῶσιν ἐς τὴν Ἔφεσον παρέχων ἑαυτὸν ἀνέθηκε κἀμοί τινα ξυνουσίαν πρώτην τε καὶ δευτέραν καὶ τρίτην, καὶ εἶδον ἄνδρα παραπλήσιον τῷ Σοφοκλείῳ ἵππῳ, νωθρὸς γὰρ ὑφʼ ἡλικίας δοκῶν νεάζουσαν ὁρμὴν ἐν ταῖς σπουδαῖς ἀνεκτᾶτο. ἐτελεύτα δὲ οἴκοι ἔτη βιοὺς ἑβδομήκοντα καὶ ἐτάφη ἐν προαστείῳ τινὶ τῶν ἑαυτοῦ, ᾧ μάλιστα ἐνεβίωσεν.
κδ