Kitap 2
24.1
Ἀντιπάτρῳ δὲ τῷ σοφιστῇ πατρὶς μὲν ἦν Ἱεράπολις, ἐγκαταλεκτέα δὲ αὕτη ταῖς κατὰ τὴν Ἀσίαν εὖ πραττούσαις, πατὴρ δὲ Ζευξίδημος τῶν ἐπιφανεστάτων ἐκείνῃ, Ἀδριανῷ δὲ καὶ Πολυδεύκει φοιτήσας ἀπὸ τοῦ Πολυδεύκους μᾶλλον ἥρμοσται, τὰς ὁρμὰς τῶν νοημάτων ἐκλύων τοῖς τῆς ἑρμηνείας ῥυθμοῖς. ἀκροασάμενος δὲ καὶ Ζήνωνος τοῦ Ἀθηναίου τὸ περὶ τὴν τέχνην ἀκριβὲς ἐκείνου ἔμαθεν. αὐτοσχέδιος δὲ ὢν οὐδὲ φροντισμάτων ἠμέλει, ἀλλʼ Ὀλυμπικούς τε ἡμῖν διῄει καὶ Παναθηναικοὺς καὶ ἐς ἱστορίαν ἔλαβε τὰ Σεβήρου τοῦ βασιλέως ἔργα, ὑφʼ οὗ μάλιστα ταῖς βασιλείοις ἐπιστολαῖς ἐπιταχθεὶς λαμπρόν τι ἐν αὐταῖς ἤχησεν. ἐμοὶ μὲν γὰρ δὴ ἀποπεφάνθω μελετῆσαι μὲν καὶ ξυγγράψαι τοῦ ἀνδρὸς τούτου πολλοὺς βέλτιον, ἐπιστεῖλαι δὲ μηδένα ἄμεινον, ἀλλʼ ὥσπερ τραγῳδίας λαμπρὸν ὑποκριτὴν τοῦ δράματος εὖ ξυνιέντα ἐπάξια τοῦ βασιλείου προσώπου φθέγξασθαι. σαφήνειάν τε γὰρ τὰ λεγόμενα εἶχε καὶ γνώμης μέγεθος καὶ τὴν ἑρμηνείαν ἐκ τῶν παρόντων καὶ ξὺν ἡδονῇ τὸ ἀσύνδετον, ὃ δὴ μάλιστα ἐπιστολὴν λαμπρύνει.
24.2
ὑπάτοις δὲ ἐγγραφεὶς ἦρξε μὲν τοῦ τῶν Βιθυνῶν ἔθνους, δόξας δὲ ἑτοιμότερον χρῆσθαι τῷ ξίφει τὴν ἀρχὴν παρελύθη. βίου μὲν δὴ ὀκτὼ καὶ ἑξήκοντα ἔτη τῷ Ἀντιπάτρῳ ἐγένετο καὶ ἐτάφη οἴκοι, λέγεται δὲ ἀποθανεῖν καρτερίᾳ μᾶλλον ἢ νόσῳ· διδάσκαλος μὲν γὰρ τῶν Σεβήρου παίδων ἐνομίσθη καὶ θεῶν διδάσκαλον ἐκαλοῦμεν αὐτὸν ἐν τοῖς ἐπαίνοις τῆς ἀκροάσεως, ἀποθανόντος δὲ τοῦ νεωτέρου σφῶν ἐπʼ αἰτίᾳ, ὡς τῷ ἀδελφῷ ἐπιβουλεύοι, γράφει πρὸς τὸν πρεσβύτερον ἐπιστολὴν μονῳδίαν ἐπέχουσαν καὶ θρῆνον, ὡς εἷς μὲν αὐτῷ ὀφθαλμὸς ἐκ δυοῖν, χεὶρ δὲ μία, καὶ οὓς ἐπαίδευσεν ὅπλα ὑπὲρ ἀλλήλων αἴρεσθαι, τούτους ἀκούοικατʼ ἀλλήλων ἠρμένους. ὑφʼ ὧν παροξυνθῆναι τὸν βασιλέα μὴ ἀπιστῶμεν, καὶ γὰρ ἂν καὶ ἰδιώτην ταῦτα παρώξυνε βουλόμενόν γε τὸ δοκεῖν ἐπιβεβουλεῦσθαι μὴ ἀπιστεῖσθαι.
κε