Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

26.4 ἱερὰς δὲ λέγεται κέδρους ἐκτεμὼν δημευθῆναι τὸ πολὺ τῆς οὐσίας, ὅτε δὴ καὶ ἀπιόντι αὐτῷ τοῦ δικαστηρίου ἐπηκολούθουν μὲν οἱ γνώριμοι παραμυθούμενοί τε καὶ ἀνέχοντες τὸν ἄνδρα, ἑνὸς δὲ αὐτῶν εἰπόντος ἀλλʼ οὐ μελέτην ἀφαιρήσεταί τις, ὦ Ἡρακλείδη, οὐδὲ τὸ ἐπʼ αὐτῇ κλέος, καὶ ἐπιρραψῳδήσαντος αὐτῷ τὸ εἷς δή που λοιπὸς κατερύκεται εὐρέϊ — φίσκῳ ἔφη, ἀστειότατα δὴ ἐπιπαίξας τοῖς ἑαυτοῦ κακοῖς.
26.5 δοκεῖ δὲ μάλιστα σοφιστῶν οὗτος τὴν ἐπιστήμην πόνῳ κατακτήσασθαι μὴ ξυγχωρούσης αὐτῷ τῆς φύσεως, καὶ ἔστιν αὐτῷ φρόντισμα οὐκ ἀηδές, βιβλίον ξύμμετρον, ὃ ἐπιγέγραπται Πόνου ἐγκώμιον, τὸ δὲ βιβλίον τοῦτο πρὸ χειρῶν ἔχων ἐνέτυχε Πτολεμαίῳ τῷ σοφιστῇ κατὰ τὴν Ναύκρατιν, ὀ δὲ ἤρετο αὐτόν, ὅ τι σπουδάζοι, τοῦ δὲ εἰπόντος, ὅτι πόνου εἴη ἐγκώμιον, αἰτήσας ὁ Πτολεμαῖος τὸ βιβλίον καὶ ἀπαλείψας τὸ πῖ ὥρα σοι ἔφη ἀναγιγνώσκειν τὸ ὄνομα τοῦ ἐγκωμίου. καὶ αἱ διαλέξεις δέ, ἃς Ἀπολλώνιος ὁ Ναυκρατίτης κατʼ αὐτοῦ διελέγετο, ὡς νωθροῦ καθάπτονται καὶ μοχθοῦντος.
26.6 Ἡρακλείδου διδάσκαλοι Ἡρώδης μὲν τῶν οὐκ ἀληθῶς πεπιστευμένων, Ἀδριανὸς δὲ καὶ Χρῆστος ἐν γνησίοις, καὶ Ἀριστοκλέους δὲ ἠκροᾶσθαι αὐτὸν μὴ ἀπιστῶμεν. λέγεται δὲ καὶ γαστρὶ κοίλῃ χρήσασθαι καὶ πλεῖστα ὀψοφαγῆσαι, καὶ ἡ πολυφαγία αὕτη ἐς οὐδὲν αὐτῷ ἀποσκῆψαι. ἐτελεύτα γοῦν ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη ἄρτιος τὸ σῶμα καὶ τάφος μὲν αὐτῷ Λυκία λέγεται, ἐτελεύτα δὲ ἐπὶ θυγατρὶ καὶ ἀπελευθέροις οὐ σπουδαίοις, ὑφʼ ὧν καὶ τὴν Ῥητορικὴν ἐκληρονομήθη· ἡ δὲ Ῥητορικὴ γήδιον δεκατάλαντον ἦν αὐτῷ κατὰ τὴν Σμύρναν ἐωνημένον ἐκ τῶν ἀκροάσεων.

κζ

27.1 μὴ δεύτερα τῶν προειρημένων σοφιστῶν μηδὲ Ἱππόδρομόν τις ἡγείσθω τὸν Θετταλὸν, τῶν μὲν γὰρ βελτίων φαίνεται, τῶν δὲ οὐκ οἶδα ὅ τι λείπεται. ἱπποδρόμῳ τοίνυν πατρὶς μὲν ἦν Λάρισσα πόλις εὖ πράττουσα ἐν Θετταλοῖς, πατὴρ δὲ Ὀλυμπιόδωρος παρελθὼν ἱπποτροφίᾳ Θετταλοὺς πάντας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi