Kitap 2
27.6
ἦν δὲ αὐτῷ τὰ μὲν τῆς διαλέξεως Πλάτωνος ἀνημμένα καὶ Δίωνος, τὰ δὲ τῆς μελέτης κατὰ τὸν Πολέμωνα ἐρρωμένα καὶ που καὶ ποτιμώτερα, τὰ δὲ τῆς εὐροίας οἷα τοῖς ἀλύπως ἀναγιγνώσκουσι τὰ σφόδρα αὐτοῖς καθωμιλημένα. Νικαγόρου δὲ τοῦ σοφιστοῦ μητέρα σοφιστῶν τὴν τραγῳδίαν προσειπόντος διορθούμενος ὁ Ἱππόδρομος τὸν λόγον ἐγὼ δὲ ἔφη πατέρα Ὅμηρον. ἐσπούδαζε δὲ καὶ ἀπὸ Ἀρχιλόχου καλῶν τὸν μὲν Ὅμηρον φωνὴν σοφιστῶν, τὸν δὲ Ἀρχίλοχον πνεῦμα. μελέται μὲν δὴ τοῦ ἀνδρὸς τούτου τριάκοντα ἴσως, ἄρισται δὲ αὐτῶν οἱ Καταναῖοι καὶ οἱ Σκύθαι καὶ ὁ Δημάδης ὁ μὴ ξυγχωρῶν ἀφίστασθαι Ἀλεξάνδρου ἐν Ἰνδοῖς ὄντος. ᾅδονται δὲ αὐτοῦ καὶ λυρικοὶ νόμοι, καὶ γὰρ δὴ καὶ τῆς νομικῆς λύρας ἥπτετο. ἐτελεύτα δὲ ἀμφὶ τὰ ἑβδομήκοντα καὶ οἴκοι καὶ ἐπὶ υἱῷ ἀγροῦ μὲν προστῆναι καὶ οἰκίας ἱκανῷ, παραπλῆγι δὲ καὶ ἔκφρονι, τὰ δὲ τῶν σοφιστῶν οὐ πεπαιδευμένῳ.
κη
28.1
οἱ τὸν Λαοδικέα Οὔαρον λόγων ἀξιοῦντες αὐτοὶ μὴ ἀξιούσθων λόγων, καὶ γὰρ εὐτελὴς καὶ διακεχηνὼς καὶ εὐήθης καὶ ἣν εἶχεν εὐφωνίαν αἰσχύνων καμπαῖς ᾀσμάτων, αἷς κἂν ὑπορχήσαιτό τις τῶν ἀσελγεστέρων· οὗ διδάσκαλον ἢ ἀκροατὴν τί ἂν γράφοιμι, τί δʼ ἂν φράζοιμι, εὖ γιγνώσκων, ὅτι μήτʼ ἂν τοιαῦτα διδάξειέ τις καὶ τοῖς μεμαθηκόσιν ὄνειδος τὸ τοιούτων ἠκροᾶσθαι;
κθ