Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

33.4 Παυσανίου μὲν οὖν μαθητὴς ὁ Ἀσπάσιος, Ἱπποδρόμου δὲ οὐκ ἀνήκοος, ἐπαίδευε δὲ κατὰ τὴν Ῥώμην ἱκανῶς γηράσκων, ὁπότε μοι ταῦτα ἐγράφετο. τοσαῦτα περὶ Ἀσπασίου. περὶ δὲ Φιλοστράτου Λημνίου καὶ τίς μὲν ἐν δικαστηρίοις ὁ ἀνὴρ οὗτος, τίς δὲ ἐν δημηγορίαις, τίς δὲ ἐν συγγράμμασι, τίς δὲ ἐν μελέταις, ὅσος δὲ ἐν σχεδίῳ λόγῳ, καὶ περὶ Νικαγόρου τοῦ Ἀθηναίου, ὃς καὶ τοῦ Ἐλευσινίου ἱεροῦ κήρυξ ἐστέφθη, καὶ Ἀψίνης ὁ Φοῖνιξ ἐφʼ ὅσον προὔβη μνήμης τε καὶ ἀκριβείας, οὐκ ἐμὲ δεῖ γράφειν, καὶ γὰρ ἂν καὶ ἀπιστηθείην ὡς χαρισάμενος, ἐπειδὴ φιλία μοι πρὸς αὐτοὺς ἦν.
← Önceki 61 / 61

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi