676
τῶν γὰρ Αἰακιδῶν λελεῖφθαι τὰ πολέμια διʼ ἡλικίαν φησίν, αὐτὸς μὲν γὰρ εἶναι μειράκιον, ἐκείνων δὲ τὸν μὲν Ἀχιλλέα εἶναι νεανίαν, τὸν δὲ Αἴαντα ἄνδρα. καὶ τὰ ἔπη τὰ ἐς αὐτὸν εἰρημένα Ὁμήρῳ ἐπαινεῖ καίτοι μὴ πάντα ἐπαινῶν τὰ Ὁμήρου, ὡς ἀμφίδρυφον μὲν αὐτῷ τὴν γυναῖκα εἶπεν, ἡμιτελῆ δὲ τὴν οἰκίαν, περιμάχητον δὲ τὴν ναῦν, ἐφʼ ἧς ἔπλευσε, πολεμικόν τε αὐτὸν καλεῖ. ἑαυτὸν δὲ ὀλοφύρεται μηδὲν ἐν Τροίᾳ ἐργασάμενον, ἀλλὰ πεσόντα ἐν γῇ, ἧς οὐδὲ ἐπέβη· καὶ τὴν οὐλὴν δὲ ἐντετύπωται τῷ μηρῷ, τὸ γὰρ τραῦμα συναπορρύψασθαί φησι τῷ σώματι.
676
γυμνάζεται δέ, ὦ ἀμπελουργέ, τίνα τρόπον; ἐπειδὴ ἔφασκες αὐτὸν καὶ τοῦτο ἐξασκεῖν.
676
γυμνάζεται, ξένε, τὰ πολεμικὰ πλὴν τοξικῆς, τὰ δὲ γυμναστικὰ πλὴν πάλης· τὸ μὲν γὰρ τοξεύειν δειλῶν ἡγεῖται, τὸ δὲ παλαίειν ἀργῶν.
676
Παγκρατιάζει δὲ πῶς ἢ πυκτεύει;
676
σκιᾶς, ὦ ξένε, τούτων γυμνάζεται, καὶ δισκεύει μεῖζον ἢ ἐφικέσθαι ἄνθρωπον. ἀνακρούει μὲν γὰρ ὑπὲρ τὰς νεφέλας τὸν δίσκον, ῥίπτει δὲ ὑπὲρ τοὺς ἑκατὸν πήχεις καὶ ταῦθʼ, ὡς ὁρᾷς, διπλάσιον τοῦ Ὀλυμπικοῦ ὄντα. δραμόντος δὲ αὐτοῦ οὐκ ἂν εὕροις ἴχνος, οὐδʼ ἂν ἐνσημήναιτό τι τῇ γῇ ὁ πούς.
676
καὶ μὴν καὶ ἴχνη μεγάλα ἐντετύπωται τοῖς δρόμοις ἐς τὸ δεκάπηχυ μέγεθος τοῦ ἥρω.
677
βαδίζοντος, ξένε, τὰ ἴχνη ἐκεῖνα καὶ γυμναζομένου τι ἕτερον, δραμόντος δὲ ἄσημος ἡ γῆ, μετέωρος γάρ τις καὶ οἷον ἐπικυματίζων αἴρεται. φησὶ δὲ καὶ παραδραμεῖν ἐν Αὐλίδι τὸν Ἀχιλλέα ἐν ἄθλοις, γυμναζομένης ἐπὶ Τροίαν τῆς Ἑλλάδος καὶ ὑπὲρ τὸ πήδημα τὸ ἐκείνου ἀρθῆναι. τὰ δὲ πολέμια ξυγχωρεῖ, ὡς ἔφην, τῷ Ἀχιλλεῖ πλὴν τῆς ἐν Μυσοῖς μάχης· ἐκεῖ γὰρ πλείους ἀπεκτονέναι Μυσῶν ἢ ἐκεῖνος ἀριστεῖά τε ἀπενηνέχθαι, κεκρατηκέναι δὲ αὐτοῦ καὶ τὸν ἀγῶνα τὸν περὶ τῆς ἀσπίδος.
677
καὶ τί ἂν εἴη, ἀμπελουργέ, τὸ τῆς ἀσπίδος; οὔτε γὰρ ποιητῇ εἴρηταί πω, οὔτε ἐς λόγον τινὰ τῶν Τρωικῶν ἥκει.