Thesauros Edebiyat biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
678 ἠγωνίζετο μὲν ἐν Ὀλυμπίᾳ πρὸς Ἑρμείαν τὸν Αἰγύπτιον τὴν περὶ τοῦ στεφάνου νίκην, ἀπειρηκότες δὲ ὁ μὲν ὑπὸ τραυμάτων, ὁ δὲ ὑπὸ δίψης, καὶ γὰρ ἀκμάζουσα μεσημβρία περὶ τὴν πυγμὴν εἱστήκει, νεφέλη ἐς τὸ στάδιον καταρρήγνυται καὶ διψῶν ὁ Πλούταρχος ἔσπασε τοῦ ὕδατος, ὅ ἀνειλήφει τὰ περὶ τοῖς πήχεσι κώδια· καὶ τὸν χρησμὸν ἐνθυμηθείς, ὡς μετὰ ταῦτα ἔφασκεν, ἐς θάρσος ὥρμησε καὶ ἔτυχε τῆς νίκης. εὐδαίμονα δὲ τὸν Αἰγύπτιον θαυμάζεις τῆς καρτερίας ἴσως, εἰ πυκτεύοντι που παρέτυχες.
679 τούτῳ ἐρομένῳ, πῶς ἂν μὴ ἡττηθείη θανάτου ἔφη καταφρονῶν.
679 καὶ πείθεταί γε, ὦ ἀμπελουργέ, τῷ χρησμῷ, παρασκευάζων γὰρ οὕτως ἑαυτὸν ἀδαμάντινος τοῖς πολλοῖς καὶ θεῖος δοκεῖ.
679 ἕλιξ δὲ ὁ ἀθλητὴς αὐτὸς μὲν οὔπω προσπέπλευκε τῷ ἱερῷ τούτῳ, πέμψας δέ τινα τῶν ἑαυτοῦ ἑταίρων ἤρετο, ποσάκις νικήσοι τὰ Ὀλύμπια, ὁ δὲ δὶς ἔφη νικήσεις, ἐὰν μὴ ἐθέλῃς τρίς.
679 δαιμόνιον, ἀμπελουργέ, λέξεις γάρ που τὸ ἐν Ὀλυμπίᾳ πραχθέν· προυπαρχούσης γὰρ αὐτῷ νίκης μιᾶς, ὅτʼ ἀνὴρ ἐκ παίδων ἐνίκα πάλην, ἀπεδύσατο τὴν ἐπʼ ἐκείνῃ Ὀλυμπιάδα πάλην τε καὶ παγκράτιον, ἐφʼ ᾧ δυσχεράναντες οἱ Ἠλεῖοι διενοοῦντο μὲν ἀμφοῖν εἴργειν αὐτὸν ἐγκλήματα Ὀλυμπικὰ ξυντιθέντες ʽἐπ’ αὐτῷ, μόγις δʼ οὖν ἀνέδησαν τὸ παγκράτιον. καὶ τοῦτον ἄρα τὸν φθόνον ὁ Πρωτεσίλεως φυλάξασθαι προὔλεγεν εἰδὼς αὐτὸν ἀντίπαλον τοῖς ἐξῃρημένοις ὄντα.
679 ἄριστα, ξένε, τοῦ χρησμοῦ ἐτεκμήρω.
679 τῶν δὲ δὴ νόσων τίνας ἰᾶται; πολλοὺς γὰρ αὐτῷ φῂς εὔχεσθαι.
679 πάσας ἰᾶται, ὁπόσαι εἰσί, μάλιστα δὲ τὰς φθόας τε καὶ τοὺς ὑδέρους καὶ τὰς τῶν ὀφθαλμῶν νόσους καὶ τοὺς τεταρταίῳ πυρέσσοντας· ἔστι δὲ καὶ ἐρῶντι τυχεῖν αὐτοῦ ξυμβούλου. ξυναλγεῖ γὰρ σφόδρα τοῖς τὰ ἔρωτικὰ ἀτυχοῦσι καὶ ὑποτίθεται αὐτοῖς ἐπῳδὰς καὶ τέχνας, αἳ τὰ παιδικὰ θέλξουσι, μοιχοῖς δὲ οὔτε προσδιαλέγεται οὐδὲν οὔτε ὑποτίθεταί τι ἐρωτικόν· φησὶ γὰρ ἀπηχθῆσθαι αὐτοῖς, ἐπειδὴ τὸ ἐρᾶν διαβάλλουσιν. ἀφικομένου γοῦν ἐνταῦθα μοιχοῦ ποτε αὐτῇ γυναικί, ἣν ἐπείρα, καὶ ξυνομνύναι βουλομένων ἐπὶ τὸν ἄνδρα παρόντα μέν, ξυνιέντα δὲ οὔπω, ὁ μὲν γὰρ ἔτυχε καθεύδων μεσημβρίας ἐνταῦθα, οἱ δʼ ὤμνυσαν ἤδη προσεστηκότες τῷ βωμῷ —
679 τί οὖν ὁ Πρωτεσίλεως;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi