Thesauros Edebiyat biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
693 τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε, οὑτωσὶ τὴν Γοργὼ ᾅδει. Ὀρφέα δὲ ἐν πολλοῖς τῶν κατὰ θεολογίαν ὑπερῆρε, Μουσαῖον δʼ ἐν ᾠδαῖς χρησμῶν, καὶ μὴν καὶ Παμφὼ σοφῶς μὲν ἐνθυμηθέντος, ὅτι. Ζεὺς εἴη τὸ ζῳογονοῦν καὶ διʼ οὗ ἀνίσταται τὰ ἐκ τῆς γῆς πάντα, εὐηθέστερον δὲ χρησαμένου τῷ λόγῳ καὶ καταβεβλημένα ἔπη ἐς τὸν Δία ᾅσαντος — ἔστι γὰρ τὰ τοῦ Παμφὼ ἔπη· Ζεῦ κύδιστε, μέγιστε θεῶν, εἰλυμένε κόπρῳ μηλείῃ τε καὶ ἱππείῃ καὶ ἡμιονείῃ τὸν Ὅμηρον ὁ Πρωτεσίλεώς φησιν ἐπάξιον τοῦ Διὸς ᾆσαι ὕμνον· Ζεῦ κύδιστε, μέγιστε, κελαινεφές, αἰθέρι ναίων ὡς οἰκοῦντος μὲν αὐτοῦ τὸ καθαρώτατον, ἐργαζομένου δὲ ἔμβια τὰ ὑπὸ τῷ αἰθέρι. καὶ τὰς μάχας δέ, ὁπόσαι Ποσειδῶνι μὲν πρὸς Ἀπόλλω, Λητοῖ δὲ πρὸς Ἑρμῆν ἐγένοντο, καὶ ὡς ἐμάχοντο ἡ Ἀθηνᾶ τῷ Ἄρει καὶ ὁ Ἥφαιστος τῷ ὕδατι, ταῦτα τὸν Ὀρφέως τρόπον πεφιλοσοφῆσθαι τῷ Ὁμήρῳ φησὶ καὶ οὐ μεμπτὰ εἶναι πρὸς ἔκπληξιν καὶ θεῖα, ὥσπερ τὸ καὶ (ὡς) ἀνεπήδησεν Ἀιδωνεὺς τοῦ θρόνου τινασσομένης τῆς γῆς ἐκ Ποσειδῶνος. μέμφεται δὲ τοῦ Ὁμήρου ἐκεῖνα· πρῶτα μὲν ὅτι θεοὺς ἐγκαταμίξας ἀνθρώποις περὶ μὲν τῶν ἀνθρώπων μεγάλα εἴρηκε, περὶ δὲ τῶν θεῶν μικρὰ καὶ φαῦλα, εἶτα ὅτι σαφῶς γιγνώσκων, ὡς ἐν Αἰγύπτῳ ἡ Ἑλένη ἐγένετο ἀπενεχθεῖσα ὑπὸ ἀνέμων ὁμοῦ τῷ Πάριδι, ὁ δὲ ἄγει αὐτὴν ἐπὶ τὸ τοῦ Ἰλίου τεῖχος ὀψομένην τὰ ἐν τῷ πεδίῳ κακά, ἣν εἰκός, εἰ καὶ διʼ ἑτέραν γυναῖκα ταῦτα ἐγίγνετο,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi