Thesauros Edebiyat biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
664 ἐν ἄστει, ξένε, τὸ πρῶτον ἐτρίβομεν τοῦ βίου διδασκάλοις χρώμενοι καὶ φιλοσοφοῦντες. πονήρως οὖν τὰ ἐμὰ εἶχεν, ἐπὶ δούλοις γὰρ ἦν τὰ γεωργούμενα, οἱ δʼ ἀπέφερον ἡμῖν οὐδέν, ὅθεν δανείζεσθαί τε ἐπὶ τῷ ἀγρῷ ἔδει καὶ πεινῆν, καὶ δῆτʼ ἀφικόμενος ἐνταῦθα ξύμβουλον ἐποιούμην τὸν Πρωτεσίλεων, ὁ δʼ ὀργήν μοι δικαίαν ἔχων, ἐπειδὴ καταλιπὼν αὐτὸν ἐν ἄστει ἔζων, ἐσιώπα. λιπαροῦντος δέ μου καὶ ἀπολεῖσθαι φάσκοντος, εἰ ἀμεληθείην μεταμφίασαι ἔφη. τοῦτʼ ἐπʼ ἐκείνης μὲν τῆς ἡμέρας ἀργῶς ἤκουσα, μετὰ ταῦτα μέντοι βασανίζων αὐτὸ ξυνῆκα, ὅτι μεταβαλεῖν κελεύει με τὸ τοῦ βίου σχῆμα. ὅθεν διφθέραν τε ἐναρμοσάμενος καὶ σμινύην φέρων καὶ οὐδὲ τὴν ἐς ἄστυ ὁδὸν ἔτι γιγνώσκων βρύει μοι τὰ ἐν τῷ ἀγρῷ πάντα, κἂν νοσήσῃ προβάτιον ἢ σμῆνος ἢ δένδρον, ἰατρῷ χρῶμαι τῷ Πρωτεσίλεῳ ξυνών τε αὐτῷ καὶ τῇ γῇ προσκείμενος, σοφώτερός τε ἐμαυτοῦ γίγνομαι, περίεστι γὰρ καὶ σοφίας αὐτῷ.
664 μακάριε τῆς ξυνουσίας καὶ τοῦ ἀγροῦ, εἰ μὴ μόνον ἐλάας καὶ βότρυς ἐν αὐτῷ τρυγᾷς, ἀλλὰ καὶ σοφίαν δρέπῃ θείαν τε καὶ ἀκήρατον.
665 καὶ ἴσως ἀδικῶ τὴν ἐν σοὶ σοφίαν, καλῶν γε ἀμπελουργόν.
665 οὕτω κάλει, καὶ γὰρ ἂν χαρίζοιο τῷ Πρωτεσίλεῳ γεωργόν τε ἐμὲ καὶ κηπουρὸν καὶ τὰ τοιαῦτα ὀνομάζων.
665 ἐνταῦθα οὖν, ἀμπελουργέ, ξύνεστε ἀλλήλοις;
665 ἐνταῦθα, ξένε. πῶς δὲ ἐτεκμήρω;
665 ὅτι μοι δοκεῖ τὸ μέρος τοῦ ἀγροῦ τούτου ἥδιστόν τε εἶναι καὶ θεῖον, καὶ εἰ μὲν ἀναβιῴη ἄν τις ἐνταῦθα, οὐκ οἶδα, βιῴη δʼ ἂν ἥδιστά τε καὶ ἀλυπότατα ἐξελθὼν τοῦ ὁμίλου. δένδρα τε γὰρ ὑπερμήκη ταῦτα χρόνου αὐτὰ ἄραντος, ὕδωρ τε ἐκ πηγῶν τουτὶ ποικίλον, καὶ ἀρύεσθε, οἶμαι, αὐτὸ ὥσπερ ἄλλου καὶ ἄλλου ἀνθοσμίου πίνοντες. σὺ δὲ καὶ σκηνὰς φυτεύεις ξυμπλέκων τὰ δένδρα καὶ ξυναρμόττων, ὡς οὐδʼ ἂν στέφανόν τις ἐκ λειμῶνος ἀκηράτου ξυμβάλοι.
665 καὶ οὔπω, ξένε, τῶν ἀηδόνων ἤκουσας, οἷον τῷ χωρίῳ ἐναττικίζουσιν, ἐπειδὰν δείλη τε ἥκῃ καὶ ἡμέρα ἄρχηται.
665 δοκῶ μοι ἀκηκοέναι ξυντίθεσθαί τε μηδὲ θρηνεῖν αὐτάς, ἀλλὰ ᾅδειν μόνον. πλὴν εἰπὲ τὰ τῶν ἡρώων, ἥδιον γὰρ ἂν τούτων ἀκούοιμι. ξυγχωρεῖς δέ που καὶ ἱζῆσαι;
665 ξυγχωρεῖ ὁ ἥρως χρηστὸς ὢν ξενίζων τουτοισὶ τοῖς θάκοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi