665
ἰδοὺ ἀναπαύομαι, τὸ γὰρ ξένιον ἡδὺ τῷ γε ἀκροασομένῳ λόγου σπουδαιοτέρου.
665
ἐρώτα ξένε, ὅ τι βούλει, καὶ οὐ μάτην ἀφῖχθαι φήσεις. Ὀδυσσεῖ μὲν γάρ, ὁπότε πόρρω τῆς νεὼς ἤλυεν, ἐντυχὼν ὁ Ἑρμῆς ἤ τις τῶν παρʼ Ἑρμοῦ σοφῶν ἐς κοινωνίαν λόγου τε καὶ σπουδῆς ἀφίκετο, τουτὶ γὰρ ἡγεῖσθαι προσήκει τὸ μῶλυ, σὲ δὲ ὁ Πρωτεσίλεως ἱστορίας τε διʼ ἐμοῦ ἐμπλήσει καὶ ἡδίω ἀποφανεῖ καὶ σοφώτερον. τὸ γὰρ πολλὰ γιγνώσκειν πολλοῦ ἄξιον.
665
Ἀλλʼ οὐκ ἀλύω, βέλτιστε, κατὰ δὲ θεόν, νὴ τὴν Ἀθηνᾶν, ἥκω. ξυνίημι γὰρ λοιπὸν τοῦ ἐνυπνίου.
665
καὶ πῶς ἔχει σοι τὸ ἐνύπνιον; θεῖον γάρ τι ὑποδηλώσεις.
666
πλέω μὲν ἐξ Αἰγύπτου καὶ Φοινίκης πέμπτην καὶ τριακοστὴν ἤδη που ταύτην ἡμέραν, κατασχούσης δὲ τῆς νεὼς ἐς Ἐλεοῦντα τοῦτον ἔδοξα τὰ Ὁμήρου ἔπη ἀναγιγνώσκειν, ἐν οἷς τὸν κατάλογον τῶν Ἀχαιῶν φράζει, καὶ ξυνεκάλουν τοὺς Ἀχαιοὺς ἐμβῆναι τὴν ναῦν ὡς ἀποχρῶσαν ὁμοῦ πᾶσιν. ἐπεὶ δὲ ἐξέθορον τοῦ ἐνυπνίου, καὶ γάρ με καὶ φρίκης τι ὑπεληλύθει, ξυνεβαλόμην μὲν αὐτὸ ἐς βραδυτῆτα τοῦ πλοῦ καὶ μῆκος, αἱ γὰρ τῶν ἀποθανόντων ὄψεις ἀργοὶ τοῖς ἐσπουδακόσι, βουληθεὶς δὲ ξυμβόλῳ περὶ τοῦ ἐνυπνίου χρήσασθαι, οὐδὲ γὰρ τὸ πνεῦμα πω ξυνεχώρει πλεῖν, ἐξαλλάττω δεῦρο ἀπὸ τῆς νεώς, βαδίζων δέ, ὡς εἶδες, πρώτῳ ἐντετύχηκα σοὶ καὶ περὶ τοῦ Πρωτεσίλεω διαλεγόμεθα, διαλεξόμεθα δὲ καὶ περὶ τοῦ καταλόγου τῶν ἡρώων, φῂς γὰρ οὕτω ποιήσειν. καὶ τὸ καταλέγειν σφᾶς ἐς τὴν ναῦν εἴη ἂν τὸ συλλεξάμενον τὸν περὶ αὐτῶν λόγον εἶτα ἐμβῆναι.
666
κατὰ θεὸν ἥκεις ἀληθῶς, ξένε, καὶ ὑγιῶς ἐξηγῇ τὴν ὄψιν. περαίνωμεν οὖν τὸν λόγον, μὴ καὶ θρύπτεσθαι με φῇς διάγοντά σε ἀπʼ αὐτοῦ.
666
ἃ ποθῶ μαθεῖν, ξυνίης δή γε· αὐτὴν γὰρ τὴν ξυνουσίαν, ἥτις ἐστί σοι πρὸς τὸν Πρωτεσίλεων, καὶ ὁποῖος ἥκει καὶ εἴ τι παραπλήσιον τοῖς ποιηταῖς ἢ διηγνοημένον αὐτοῖς περὶ τῶν Τρωικῶν οἶδεν, ἀκοῦσαι δέομαι. Τρωικὰ δὲ λέγῳ τὰ τοιαῦτα· τήν τε ἐν Αὐλίδι ξυλλογὴν τοῦ στρατοῦ καὶ καθʼ ἕνα τοὺς ἥρως εἰ καλοί τε, ὡς ᾅδονται, καὶ ἀνδρεῖοι καὶ σοφοὶ ἦσαν. τὸν γὰρ πόλεμον, ὃς περὶ τῇ Τροίᾳ ἐγένετο, πῶς ἂν διηγοῖτο μήτε διαπολεμήσας αὐτὸν ἀποθανών τε πρῶτος τοῦ Ἑλληνικοῦ παντὸς ἐν αὐτῇ, φασί, τῇ ἀποβάσει;