724
φησὶ τοίνυν τὸν Ἀλέξανδρον Τρωσὶ μὲν ἀπηχθῆσθαι πᾶσι, κακὸν δʼ οὐκ εἶναι τὰ πολέμια, τὸ δὲ εἶδος ἥδιστον ἐπίχαρίν τε τὴν φωνὴν καὶ τὸ ἦθος, ἅτε τῇ Πελοποννήσῳ ἐπιμίξαντα, μάχεσθαι δὲ πάντας τρόπους καὶ τὴν ἐπιστήμην, ὁπόση τόξων, μὴ λείπεσθαι τοῦ Πανδάρου. καὶ πλεῦσαι μὲν ἐς τὴν Ἑλλάδα ἔφηβον, ὅτε δὴ ξένον τοῦ Μενέλεω γενέσθαι αὐτὸν καὶ τὴν Ἑλένην ἑλεῖν τῷ εἴδει, ἀποθανεῖν δὲ οὔπω τριακοντούτην. γάνυσθαι δὲ τῷ ἑαυτοῦ κάλλει καὶ περιβλέπεσθαι μὲν ὑφʼ ἑτέρων, περιβλέπειν δὲ καὶ ἑαυτόν, ὅθεν χαριέστατα ὁ ἥρως ἐς αὐτὸν παίζει· τοῦτον γὰρ τὸν ταώ, χαίρει δὲ ὁ Πρωτεσίλεως τῇ ἄνθῃ καὶ τῇ ὥρᾳ τοῦ ὄρνιθος, ἰδών ποτε ὑπερανεστηκότα καὶ περιβεβλημένον τὰ πτερὰ περιβλέποντά τε αὐτὰ καὶ καθαίροντα, ἔστι δʼ ἃ καὶ διατιθέντα, ἵνʼ, ὥσπερ οἱ τῶν λίθων ὅρμοι, κεκοσμημένα φαίνοιτο, ἰδού, ἔφη οὗ πρῴην ἐμνημονεύομεν, Πάρις ὁ τοῦ Πριάμου. ἐμοῦ δὲ ἐρομένου αὐτὸν τί ἔοικεν ὁ ταὼς τῷ Πάριδι; τὸ φίλαυτον εἶπεν. καὶ γὰρ δὴ κἀκεῖνος κόσμου ἕνεκεν περιήθρει μὲν ἑαυτόν,