Thesauros Edebiyat biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
728 ὁ δὲ εἰδέναι μὲν πάντα ἔλεγε καὶ μεμνῆσθαι αὐτῶν, εἰπεῖν δʼ ἂν οὐδὲν ὧν οἶδεν, εἰ μὴ μισθὸς αὐτῷ παρʼ Ὁμήρου γένοιτο εὐφημίαι τε ἐν τῇ ποιήσει καὶ ὕμνος ἐπὶ σοφίᾳ τε καὶ ἀνδρείᾳ. ὁμολογήσαντος δὲ τοῦ Ὁμήρου ταῦτα καὶ ὅ τι δύναιτο, χαριεῖσθαι αὐτῷ ἐν τῇ ποιήσει φήσαντος, διῄει Ὀδυσσεὺς πάντα ξὺν ἀληθείᾳ τε καὶ ὡς ἐγένετο, ἥκιστα γὰρ πρὸς αἵματι καὶ βόθροις αἱ ψυχαὶ ψεύδονται. ἀπιόντος δὲ ἤδη τοῦ Ὁμήρου βοήσας ὁ Ὀδυσσεὺς Παλαμήδης με ἔφη δίκας ἀπαιτεῖ τοῦ ἑαυτοῦ φόνου καὶ οἶδα ἀδικῶν καὶ πάντως μὲν πείσομαί τι, οἱ γὰρ θεμιστεύοντες ἐνταῦθα δεινοί, Ὅμηρε, καὶ τὰ ἐκ Ποινῶν ἐγγύς, εἰ δὲ τοῖς ἄνω ἀνθρώποις μὴ δόξω εἰργάσθαι τὸν Παλαμήδην ταῦτα, ἧττόν με ἀπολεῖ τὰ ἐνταῦθα· μὴ δὴ ἄγε τὸν Παλαμήδην ἐς Ἴλιον, μηδὲ στρατιώτῃ χρῶ, μηδέ, ὅτι σοφὸς ἦν, εἴπῃς. ἐροῦσι μὲν γὰρ ἕτεροι ποηταί, πιθανὰ δὲ οὐ δόξει μὴ σοὶ εἰρημένα. αὕτη, ξένε, ἡ Ὀδυσσέως τε καὶ Ὁμήρου ξυνουσία, καὶ οὕτως Ὅμηρος τὰ ἀληθῆ μὲν ἔμαθε, μετεκόσμησε δὲ πολλὰ ἐς τὸ συμφέρον τοῦ λόγου, ὃν ὑπέθετο.
728 πατρίδα δὲ Ὁμήρου, ὦ ἀμπελουργέ, καὶ τίνων ἐγένετο, ἤρου ποτὲ τὸν Πρωτεσίλεων;
728 καὶ πολλάκις, ξένε.
728 ὁ δὲ τί;
728 φησὶ μὲν εἰδέναι, Ὁμήρου δὲ παραλιπόντος αὐτά, ἵνα αἱ σπουδαῖαι τῶν πόλεων πολίτην αὐτὸν σφῶν αὐτῶν ποιοῖντο, ἴσως δὲ καὶ θεσμοῦ Μοιρῶν ἐπὶ Ὁμήρῳ ὄντος, ἄπολιν αὐτὸν δοκεῖν, οὔτʼ ἂν ταῖς Μοίραις οὔτʼ ἂν ταῖς Μούσαις φίλα γε ἔφη αὐτὸν πράττειν, εἰ τοῦτʼ ἐκφέροι περιεστηκὸς λοιπὸν ἐς ἔπαινον τῷ Ὁμήρῳ. προστίθενται μὲν γὰρ αὐτῷ πᾶσαι μὲν πόλεις,
729 πάντα δὲ ἔθνη, καὶ δικάσαιντο δʼ ἂν περὶ αὐτοῦ πρὸς ἀλλήλας ἐγγράφουσαι τῷ Ὁμήρῳ ἑαυτὰς οἷον πολίτῃ. τοῦ δὲ μηδʼ ἂν τοῦτον σιωπῆσαι τὸν λόγον πρὸς σέ, ὦ Φοῖνιξ, μηδʼ ἂν κρύψαι, εἴπερ ἐγίγνωσκον αὐτόν, τεκμήριά σοι ἔστω, ἃ εἴρηκα, ἀφθόνως γὰρ οἶμαι διεληλυθέναι σοι, ὁπόσα οἶδα.
729 πιστεύω, ἀμπελουργέ, καὶ ἑπώμεθα τῷ λόγῳ, διʼ ὃν σιωπᾶται ταῦτα. τὸν δὲ Ἀχιλλέα ὥρα σοι ἀναφαίνειν, εἰ μὴ καὶ ἡμᾶς ἐκπλήξει, ὥσπερ τοὺς Τρῶας, ὅτε ἔλαμψεν ἐπʼ αὐτοὺς ἀπὸ τῆς τάφρου.
729 μὴ δέδιθι τὸν Ἀχιλλέα, ὦ ξένε, παιδὶ γὰρ ἐντεύξῃ αὐτῷ παρὰ τὴν πρώτην τοῦ λόγου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi