Thesauros Edebiyat biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
729 μεγάλα δώσεις διεξελθὼν αὐτὸν ἐκ νηπίου· μετὰ ταῦτα γὰρ ὁπλιζομένῳ που ἐντευξόμεθα καὶ μαχομένῳ.
729 οὕτως ἔσται καὶ πάντα φήσεις τὰ Ἀχιλλέως εἰδέναι. ἤκουσα δὲ περὶ αὐτοῦ τοιαῦτα· Πηλεῖ φάσμα ἐφοίτα θαλαττίας δαίμονος καὶ ἐρῶσα αὐτοῦ, οἶμαι, ἡ δαίμων ξυνῆν τῷ Πηλεῖ ἐν Πηλίῳ, αἰδοῖ τοῦ ὁμίλου οὔπω τὰ ἑαυτῆς λέγουσα, οὐδὲ ὁπόθεν ἥκοι· γαλήνης δὲ ἐπεχούσης τὴν θάλατταν ἡ μὲν ἔτυχεν ἐπὶ δελφίνων τε καὶ ἱπποκάμπων ἀθύρουσα, ὁ δὲ ἐκ περιωπῆς τοῦ Πηλίου ὁρῶν ταῦτα ξυνῆκε τῆς θεοῦ καὶ ἔδεισεν ἥκουσαν· ἡ δὲ ἐς θάρσος ἦγε τὸν Πηλέα Ἠοῦς τε μνημονεύουσα, ὡς Τιθωνοῦ ἤρα, καὶ Ἀφροδίτης, ὡς ἥττητο τοῦ Ἀγχίσου, καὶ σελήνης, ὡς Ἐνδυμίωνι ἐπεφοίτα καθεύδοντι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi