Thesauros Edebiyat biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
730 ἐγὼ δέ σοι καὶ παῖδα εἶπεν ὦ Πηλεῦ, δώσω κρείττω ἀνθρώπου· ἐπεὶ δὲ ὁ Ἀχιλλεὺς ἐγένετο, ποιοῦνται αὐτοῦ τροφέα τὸν Χείρωνα, ὁ δὲ ἔτρεφεν αὐτὸν κηρίοις τε καὶ μυελοῖς νεβρῶν ἐς ἡλικίαν τε ἥκοντα, ἐν ᾗ οἱ παῖδες ἁμαξίδων καὶ ἀστραγάλων δέονται, εἶργε μὲν οὐδὲ τῶν τοιούτων, ἀκοντίοις δὲ εἴθιζε καὶ παλτοῖς καὶ δρόμοις, ἦν δὲ αὐτῷ καὶ μελία μικρὰ τετμημένη ὑπὸ τοῦ Χείρωνος καὶ ἐῴκει ψελλιζομένῳ ἐς τὰ πολεμικά. ἐφήβου δὲ ἁπτόμενος ἀκτῖνα μὲν ἀπὸ τοῦ προσώπου ἔπεμπεν, ὑπερφυὴς δὲ τὸ σῶμα ἐφαίνετο, αὐξηθείς τε ῥᾷον ἢ τὰ πρὸς ταῖς πηγαῖς δένδρα πολὺς μὲν ἐν συμποσίοις ᾔδετο, πολὺς δὲ ἐν σπουδαῖς. ἐπεὶ δὲ θυμοῦ ἥττων ἐφαίνετο, μουσικὴν αὐτὸν ὁ Χείρων ἐδιδάξατο, μουσικὴ γὰρ ἱκανὴ πραύνειν τὸ ἕτοιμόν τε καὶ ἀνεστηκὸς τῆς γνώμης, ὁ δὲ οὐδενὶ πόνῳ τάς τε ἁρμονίας ἐξέμαθε καὶ πρὸς λύραν ᾖσεν. ᾖδε δὲ τοὺς ἀρχαίους ἥλικας τὸν Ὑάκινθον καὶ τὸν Νάρκισσον καὶ εἴ τι Ἀδώνιδος. προσφάτων δὲ ὄντων τῶν περὶ Ὕλλᾳ τε καὶ Ἀβδήρῳ θρήνων, ἐπειδὴ ἄμφω ἐφήβω ὄντε ὁ μὲν ἐς πηγὴν ᾤχετο ἀφανισθείς, τὸν δὲ αἱ τοῦ Διομήδους ἵπποι ἐδαίσαντο, οὐκ ἀδακρυτὶ ταῦτα ᾖδεν. ἤκουσα δὲ κἀκεῖνα, θύειν μὲν αὐτὸν τῇ Καλλιόπῃ μουσικὴν αἰτοῦντα καὶ τὸ ἐν ποιήσει κράτος, τὴν θεὸν δὲ ἐπιστῆναι καθεύδοντι καὶ ὦ παῖ, φάναι μουσικῆς μὲν καὶ ποιητικῆς δίδωμί σοι τὸ ἀποχρῶν, ὡς ἡδίους μὲν τὰς δαῖτας ἐργάζοιο, κοιμίζοις δὲ τὰς λύπας, ἐπειδὴ δὲ ἐμοί τε καὶ Ἀθηνᾷ δοκεῖ πολεμικὸν εἶναί σε καὶ δεινὸν ἐν στρατοπέδοις,
731 Μοῖραί τε οὕτω κελεύουσι, σὺ μὲν ἐκεῖνα γυμνάζου κἀκείνων ἔρα· ποιητὴς δὲ ἔσται χρόνοις ὕστερον, ὃν ἐγὼ ἀνήσω τὰ σὰ ἔργα ὑμνεῖν. ταυτὶ μὲν αὐτῷ περὶ Ὁμήρου ἐχρήσθη. μειράκιον δὲ γενόμενος οὐχ, ὥσπερ οἱ πολλοί φασιν, ἀπόθετος ἐν Σκύρῳ ἐτρέφετο, τοῦτο δὴ τὸ ἐν ταῖς παρθένοις· οὔτε γὰρ τὸν Πηλέα εἰκὸς ἄριστον τῶν ἡρώων γενόμενον ὑπεκπέμψαι ποι τὸν υἱὸν πολέμους τε καὶ κινδύνους ἀποδράντα καὶ ταῦτα τοῦ Τελαμῶνος ἐξορμῶντος τὸν Αἴαντα, οὔτʼ ἂν Ἀχιλλεὺς ἠνέσχετο ἐς γυναικωνῖτιν ἐσβεβλῆσθαι παρεὶς ἑτέροις τὸ θαυμάζεσθαί τε καὶ εὐδοκιμεῖν ἐν Τροίᾳ. τὸ γὰρ φιλότιμον πλεῖστον δὴ καὶ ἐν αὐτῷ ἦν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi