Thesauros Edebiyat biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
732 οὐ τὸν Ὁμήρου τρόπον, ὦ ξένε· θεῖα μὲν γὰρ κἀκεῖνα ἐξευρῆσθαι τῷ Ὁμήρῳ πόλεις τε ἀναγράφοντι καὶ ἄστρα καὶ πολέμους καὶ γεωργίας καὶ γάμους καὶ ᾠδάς, ἀλλʼ ἐκεῖνα περὶ αὐτῶν φησιν· Ἀχιλλεῖ ὅπλα μὴ γεγονέναι ἄλλα ἢ ἃ ἐς Τροίαν ἤνεγκε, μηδὲ ἀπολωλέναι ποτὲ Ἀχιλλεῖ ὅπλα, μηδὲ τὸν Πάτροκλον ἐνδῦναι αὐτὰ παρὰ τὴν μῆνιν, ἀποθανεῖν μὲν γὰρ ἐν τοῖς ἑαυτοῦ ὅπλοις εὐδοκιμοῦντα τῇ μάχῃ καὶ ἁπτόμενον ἤδη τοῦ τείχους, τὰ δὲ τοῦ Ἀχιλλέως ἄσυλα μεῖναι καὶ ἀνάλωτα, οὐδὲ γὰρ ἐν τοῖς ὅπλοις τελευτῆσαι αὐτὸν,
733 ἀλλὰ ἐς γάμον ἥκειν δοκοῦντα γυμνὸν ἀποθανεῖν ἐστεφανωμένον, ὥσπερ οἱ νυμφίοι, τὰ δὲ ὅπλα κατεσκευάσθαι μὲν ἄσημα καὶ σώφρονα, συγκεκρᾶσθαι δὲ αὐτοῖς ποίκιλμα ὕλης μεθιστάμενον ἐς αὐγὰς ἄλλοτε ἄλλας, ὅσας ἡ ἶρις, ὅθεν δοκεῖν αὐτὰ πέρα τέχνης καὶ Ἡφαίστου ᾅδεσθαι.
733 ἦ καὶ δείξεις αὐτόν, ἀμπελουργέ, καὶ ἀναγράψεις ἀπὸ τοῦ εἴδους;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi