737
ἠρόμην κἀγώ, ξένε, τὸν ἥρω αὐτὸ τοῦτο καί φησι τὴν μὲν λεγομένην ἀθανασίαν περὶ αὐτοὺς εἶναι μεμυθολογῆσθαι τῷ Ὁμήρῳ, τὴν Θετταλίαν δὲ εὔιππόν τε οὖσαν καὶ ἀγαθὴν δύο ἵππους λευκόν τε καὶ ξανθὸν δαιμονίους τὴν ταχυτῆτα καὶ τὸ ἦθος λαμπροὺς ἱπποτροφῆσαι κατὰ θεὸν δή τινα, ὁπότε ὁ Ἀχιλλεὺς ἤνθει, καὶ πάντων, ὅσα θείως ἐπὶ τῷ Ἀχιλλεῖ ἐλέγετο, πιστευομένων ἤδη ἐδόκει καὶ τὸ τῶν ἵππων θεῖόν τε εἶναι καὶ ἐπέκεινα τοῦ θνητοῦ φαίνεσθαι. τελευτὴ δὲ τῷ Ἀχιλλεῖ ἐγένετο, ἣν καὶ Ὅμηρος ἐπιγιγνώσκει· φησὶ γὰρ αὐτὸν ἐκ Πάριδός τε καὶ Ἀπόλλωνος ἀποθανεῖν εἰδώς που τὰ ἐν τῷ Θυμβραίῳ καὶ ὅπως πρὸς ἱεροῖς τε καὶ ὅρκοις, ὧν μάρτυρα τὸν Ἀπόλλω ἐποιεῖτο, δολοφονηθεὶς ἔπεσεν. ἡ θυσία δὲ τῆς Πολυξένης ἡ ἐπὶ τῷ σήματι καὶ ὅσα περὶ τοῦ ἔρωτος ἐκείνου ποιητῶν ἀκούεις, ὧδε ἔχει· Πολυξένης ὁ Ἀχιλλεὺς ἤρα καὶ τὸν γάμον τοῦτον ἑαυτῷ ἔπραττεν ἐπὶ τῷ τοὺς Ἀχαιοὺς ἀναστῆσαι τοῦ Ἰλίου, ἤρα δὲ καὶ ἡ Πολυξένη τοῦ Ἀχιλλέως. εἶδον δὲ ἀλλήλους ἐν λύτροις Ἕκτορος, ὁ γὰρ Πρίαμος ἥκων παρὰ τὸν Ἀχιλλέα χειραγωγὸν ἑαυτοῦ τὴν παῖδα ἐποιεῖτο νεωτάτην οὖσαν ὧν ἡ Ἑκάβη αὐτῷ ἔτεκεν, ἐθεράπευον δὲ ἀεὶ τὸ βάδισμα τῶν πατέρων οἱ νεώτατοι τῶν παίδων, καὶ οὕτω δή τι ὁ Ἀχιλλεὺς ἐσωφρόνει ὑπὸ δικαιοσύνης καὶ τὰ ἐρωτικά, ὡς μήτε ἀφελέσθαι τὴν κόρην ἐφʼ ἑαυτῷ οὖσαν γάμον τε αὐτῆς ὁμολογῆσαι τῷ Πριάμῳ πιστεῦσαί τε ἀναβαλομένῳ τὸν γάμον. ἐπεὶ δὲ ἀπέθανε γυμνὸς ἐν τοῖς περὶ τούτων ὅρκοις λέγεται ἡ Πολυξένη φευγουσῶν ἐκ τοῦ ἱεροῦ τῶν Τρωάδων καὶ τῶν Τρώων ἐσκεδασμένων, οὐδὲ γὰρ τὸ πτῶμα τοῦ Ἀχιλλέως ἀδεῶς ἤνεγκαν,