Thesauros Edebiyat biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
744 Θετταλοῖς γὰρ ὑπὲρ τῶν ἐναγισμάτων μηνίοντα αἰσθόμενος ἐμοί, ἔφην ὦ Ἀχιλλεῦ, πάρες τοῦτο. ὁ δʼ οὐ πείθεται, φησὶ δʼ αὐτοῖς κακόν τι ἐκ θαλάττης δώσειν. καὶ δέδια, μὴ παρὰ τῆς Θέτιδος εὕρηταί τι αὐτοῖς ὁ δεινὸς ἐκεῖνος καὶ ἀμείλικτος. κἀγὼ μέν, ξένε, ταῦτα ἀκούσας τοῦ Πρωτεσίλεω ἐρυσίβας τε ᾤμην καὶ ὁμίχλας προσβεβλήσεσθαι τοῖς Θετταλῶν ληίοις ὑπὸ τοῦ Ἀχιλλέως ἐπὶ φθορᾷ τοῦ καρποῦ, ταυτὶ γὰρ τὰ πάθη δοκεῖ πως ἐκ θαλάττης ἐπὶ τὰς εὐκάρπους τῶν ἠπείρων ἱζάνειν, ᾤμην δὲ καὶ ἐπικλυσθήσεσθαί τινας τῶν ἐν Θετταλίᾳ πόλεων, οἷα Βοῦρά τε καὶ Ἑλίκη καὶ ἡ περὶ Λοκροὺς Ἀταλάντη ἔπαθεν, τὴν μὲν γὰρ καταδῦναί φασι, τὰς δὲ αὖ ῥαγῆναι. ἐδόκει δʼ ἄλλα τῷ Ἀχιλλεῖ καὶ τῇ Θέτιδι, ὑφʼ ὧν ἀπολώλασι Θετταλοί· μεγάλων γὰρ δὴ ἐπιτιμίων ὄντων ἐπὶ τῇ κόχλῳ, παρʼ ἧς οἱ ἄνθρωποι σοφίζονται τὴν πορφύραν, αἰτίαν ἔσχον οἱ Θετταλοὶ παρανομῆσαί τι ἐς τὴν βαφὴν ταύτην, εἰ μὲν ἀληθῆ, οὐκ οἶδα, λίθοι οὖν ἐπικρέμανταί σφισιν,
745 ὑφʼ ὧν ἀποδίδονται μὲν τοὺς ἀγρούς, ἀποδίδονται δὲ τὰς οἰκίας, τῶν δὲ ἀνδραπόδων τὰ μὲν ἀποδέδρακε σφᾶς, τὰ δὲ πέπραται, καὶ οὐδὲ τοῖς γονεῦσιν οἱ πολλοὶ ἐναγίζουσιν, ἀπέδοντο γὰρ καὶ τοὺς τάφους· ὥστε τὸ κακόν, ὃ ἠπείλει τοῖς Θετταλοῖς ἐκ θαλάττης ὁ Ἀχιλλεὺς δώσειν, ξένε, τοῦτο ἡγώμεθα.
745 οὐλομένην, ἀμπελουργέ, μῆνιν λέγεις καὶ δυσίατον. ἀλλά μοι εἰπέ, τί περὶ τῆς ἐν τῷ Πόντῳ νήσου θαυμάσιον ὁ Πρωτεσίλεως οἶδεν· ἐκεῖ γάρ που αὐτῷ ξυγγίγνεται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi