Thesauros Edebiyat biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
747 δεῖ γὰρ προσορμισαμένους τε καὶ θύσαντας ἡλίου δυομένου ἐσβαίνειν μὴ ἐννυχεύοντας τῇ γῇ, κἄν μὲν τὸ πνεῦμα ἕπηται, πλεῖν, εἰ δὲ μή, ἀναψαμένους τὸ πλοῖον ἐν κοίλῳ ἀναπαύεσθαι. ξυμπίνειν γὰρ δὴ λέγονται τότε ὁ Ἀχιλλεύς τε καὶ ἡ Ἑλένη καὶ ἐν ᾠδαῖς εἶναι τὸν ἔρωτά τε τὸν ἀλλήλων ᾅδειν καὶ Ὁμήρου τὰ ἔπη τὰ ἐπὶ τῇ Τροίᾳ καὶ τὸν Ὅμηρον αὐτόν. τὸ γὰρ τῆς ποιητικῆς δῶρον, ὃ παρὰ τῆς Καλλιόπης τῷ Ἀχιλλεῖ ἐφοίτησεν, ἐπαινεῖ ὁ Ἀχιλλεὺς ἔτι καὶ σπουδάζει μᾶλλον, ἐπειδὴ πέπαυται τῶν πολεμικῶν. τὸ γοῦν ᾆσμα τὸ ἐπὶ τῷ Ὁμήρῳ θείως αὐτῷ, ξένε, καὶ ποιητικῶς ξύγκειται, καὶ γὰρ ἐκεῖνο γιγνώσκει τε καὶ ᾅδει ὁ Πρωτεσίλεως.
747 ἐμοὶ δʼ ἂν γένοιτο, ἀμπελουργέ, ἀκοῦσαι τοῦ ᾅσματος, ἢ οὐ θέμις ἐκφέρειν αὐτό;
747 καὶ μήν, ξένε, πολλοὶ τῶν προσελθόντων τῇ νήσῳ καὶ ἄλλα τοῦ Ἀχιλλέως ᾅδοντος ἀκούειν φασί, τουτὶ δὲ πέρυσιν, οἶμαι, τὸ ᾆσμα ἡρμόσατο χαριέστατα τῆς γνώμης καὶ τῶν διανοιῶν ἔχον. ξύγκειται δὲ ὧδε· ἀχώ, παρὰ μυρίον ὕδωρ μεγάλου ναίοισα πλευρὰ Πόντου ψάλλει σε λύρα διὰ χειρὸς ἐμᾶς, σὺ δὲ θεῖον Ὅμηρον ἄειδέ μοι κλέος ἀνέρων, κλέος ἁμετέρων πόνων, δι’ ὃν οὐ θάνον, διʼ ὃν ἐστί μοι Πάτροκλος, διʼ ὃν ἀθανάτοις ἴσος Αἴας ἐμός, δι’ ὃν ἁ δορίληπτος ἀειδομένα σοφοῖς κλέος ἤρατο κοὐ πέσε Τροία.
747 δαιμονίως γε ὁ Ἀχιλλεύς, ἀμπελουργέ, καὶ ἐπαξίως ἑαυτοῦ τε καὶ τοῦ Ὁμήρου. καὶ ἄλλως σοφὸν ἐν τοῖς λυρικοῖς ᾅσμασι τὸ μὴ ἀποτείνειν αὐτά, μηδὲ σχοινοτενῆ ἐργάζεσθαι. καὶ ἐκ παλαιοῦ ἄρα εὐδόκιμόν τε καὶ σοφὸν ἦν ἡ ποίησις.
748 ἐκ παλαιοῦ, ξένε. καὶ γὰρ τὸν Ἡρακλέα φασὶν ἀνασταυρώσαντα τὸ Ἀσβόλου τοῦ κενταύρου σῶμα ἐπιγράψαι αὐτῷ τόδε τὸ ἐπίγραμμα· ἄσβολος οὔτε θεῶν τρομέων ὄπιν οὔτʼ ἀνθρώπων ὀξυκόμοιο κρεμαστὸς ἀπʼ εὐλιπέος κατὰ πεύκης ἄγκειμαι μέγα δεῖπνον ἀμετροβίοις κοράκεσσιν.
748 ἀθλητής γε καὶ τούτων ὁ Ἡρακλῆς ἐγένετο μεγαληγορίαν ἐπαινῶν, ἀμπελουργέ, παρʼ ἧς δεῖ δήπου τὸν ποιητὴν φθέγγεσθαι. ἀλλʼ ἐπανίωμεν ἐπὶ τὴν νῆσον· ῥεῦμα γὰρ δὴ ὑπολαβὸν ἡμᾶς, οἷα πολλὰ περὶ τὸν Πόντον εἱλεῖται, παρέπλαγξε τοῦ λόγου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi