Thesauros Edebiyat biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent
750 παρὰ τούτου, ξένε, τοῦ χρηστοῦ διδασκάλου, πολλοῖς δὲ καὶ τῶν ἐς τὸν Πόντον ἐσπεπλευκότων δῆλα δὴ ταῦτα. κατὰ γὰρ τὴν ἄξενον τοῦ Πόντου πλευράν, ᾗ τὰ ὄρη τὰ Ταυρικὰ τέταται, λέγονταί τινες οἰκεῖν Ἀμαζόνες, ἣν Θερμώδων τε καὶ Φᾶσις ἐξερχόμενοι τῶν ὀρῶν περιβάλλουσιν ἤπειρον, ἃς ὁ πατήρ τε καὶ φυτουργὸς αὐτῶν Ἄρης ἐπαίδευσεν ἐν ὁμιλίᾳ τῶν πολεμικῶν εἶναι καὶ ζῆν ἔνοπλόν τε καὶ ἔφιππον βίον, βουκολεῖσθαι δὲ αὐταῖς ἵππον ἐν τοῖς ἕλεσιν ἀποχρῶσαν τῷ στρατῷ. ἀνδράσι μὲν δὴ ἐνομιλεῖν οὐ παρέχειν σφᾶς τὴν ἑαυτῶν χώραν, αὐτὰς δʼ, ἐπειδὰν δέωνται τέκνων, κατιούσας ἐπὶ ποταμὸν Ἅλυν ἀγοράζειν τε καὶ ξυγγίνεσθαι τοῖς ἀνδράσιν, ἔνθα ἔτυχεν, ἀπελθούσας τε ἐς ἤθη καὶ οἴκους, ἃ μὲν ἂν τέκωσιν ἄρρενα, φέρειν ἐπὶ τὰ ὅρια τῆς χώρας, ὅπως ἀνέλοιεν αὐτὰ οἱ φύσατες, τοὺς δὲ ἀναιρεῖσθαί τε, ὧν ἕκαστος ἔτυχε, καὶ ποιεῖσθαι δούλους, ἃ δʼ ἂν ἀποτέκωσι θηλέα, φιλεῖν τε ἤδη λέγονται καὶ ὁμόφυλα ἡγεῖσθαι, θεραπεύειν τε, ᾗ φύσις μητέρων, πλὴν τοῦ ἐπισχεῖν γάλα, τουτὶ δὲ πράττουσι διὰ τὰς μάχας, ὡς μήτε αὐτὰ θηλύνοιντο, μήτε τοὺς μαζοὺς ἀποκρεμῷντο. τὸ μὲν δὴ ὄνομα ταῖς Ἀμαζόσιν ἐκ τοῦ μὴ μαζῷ τρέφεσθαι κεῖσθαι ἡγώμεθα, τρέφουσι δὲ τὰ βρέφη γάλακτί τε φορβάδων ἵππων καὶ δρόσου κηρίοις, ἡ μέλιτος δίκην ἐπὶ τοὺς δόνακας τῶν ποταμῶν ἱζάνει. τὰ δὲ ποιηταῖς τε καὶ μυθολόγοις περὶ τῶν Ἀμαζόνων τούτων εἰρημένα παραιτησώμεθα τοῦ λόγου,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi