Thesauros Edebiyat biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

23 εἰ μὲν δέῃ χρημάτων, πένης εἰμί, εἰ δὲ φιλίας καὶ χρηστοῦ τρόπου, πλουτῶ. ἔστι δὲ οὐχ οὕτως ἐμοὶ δεινὸν τὸ μὴ ἔχειν, ὡς σοὶ πρὸς αἰσχύνην τὸ μισθοῦ φιλεῖν· ἑταίρας μὲν γὰρ ἔργον προσίεσθαι τοὺς τὰς σαρίσσας ἔχοντας καὶ τὰς σπάθας ὡς ἑτοίμως διδόντας, γυναικὸς δὲ ἐλευθέρας πρὸς τὸ βέλτιστον ἀεὶ βλέπειν καὶ τὸ χρηστὸν ἐν εὐνοίᾳ τίθεσθαι. πρόσταξον, ὡς βούλει, καὶ πείθομαι· πλεῖν κέλευσον· ἐμβαίνω. πληγὰς ὑπομεῖναι· καρτερῶ. ῥῖψαι τὴν ψυχήν· οὐκ ὀκνῶ. δραμεῖν διὰ πυρός· οὐ κᾴομαι. τίς ταῦτα πλούσιος ποιεῖ;

κδ

24 ὁ Ἀγαμέμνων, ὅτε μὲν ὀργῆς ἐκράτει, καλὸς ἦν καὶ οὐχ ἑνὶ θεῷ, ἀλλὰ πολλοῖς ὅμοιος ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ Ἄρει δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι, ὅτε δὲ ἐνησχημόνει τῇ γλυκύτητι τοῦ θυμοῦ καὶ πρὸς τοὺς ἑταίρους ἠγρίωτο, ἔλαφος καὶ κύων ἐνομίζετο καὶ τὰ τοῦ Διὸς ὄμματα οὐδαμοῦ· σῦς μὲν γὰρ ὀργίζονται καὶ κύνες καὶ ὄφεις καὶ λύκοι καὶ ὅσα ἄλλα οὐ χρῆται λογισμῷ θηρία, καλὸς δὲ ἄνθρωπος καὶ μὴ γελάσας λυπεῖ, μήτοι γε σκυθρωπότερος ἑαυτοῦ γενόμενος. οὐ πρέπει δὲ οὐδὲ ἡλίῳ τὸ πρόσωπον νεφέλῃ καλύπτεσθαι. τίς ἡ κατήφεια αὕτη, τίς ἡ νύξ, τί τὸ στυγνὸν σκότος; μειδίασον, κατάστηθι, ἀπόδος ἡμῖν τὴν τῶν ὀμμάτων ἡμέραν.

κε

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi