Thesauros Edebiyat biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

39 μηδὲ γράφειν φυγάδα ἀνέξῃ; ἀλλʼ ἐπίνευε φιλοῦσιν. ἔφευγε καὶ Ἀριστείδης, ἀλλʼ ἐπανήρχετο, καὶ Ξενοφῶν, ἀλλʼ οὐ δικαίως, ἔφευγε καὶ Θεμιστοκλῆς, ἀλλʼ ἐτιμᾶτο καὶ παρὰ βαρβάροις, καὶ Ἀλκιβιάδης, ἀλλὰ καὶ παρετείχιζε τὰς Ἀθήνας, καὶ Δημοσθένης, ἀλλʼ ὁ φθόνος αἴτιος. φεύγει καὶ θάλαττα, ὅταν ὑφʼ ἡλίῳ ἐλαύνηται, καὶ ὁ ἥλιος, ὅταν νὺξ καταλαμβάνῃ, φεύγει καὶ μετόπωρον χειμῶνος προσελθόντος καὶ χειμὼν ἄπεισιν ἔαρος διώκοντος, καὶ συνελόντα εἰπεῖν αἱ τῶν πρεσβυτέρων καιρῶν ἐπιδημίαι τῶν νεωτέρων καιρῶν εἰσὶ φυγάδες. ἐδέξαντο καὶ Ἀθηναῖοι Δήμητραν φεύγουσαν καὶ Διόνυσον μετοικοῦντα καὶ τοὺς Ἡρακλέους παῖδας ἀλωμένους, ὅτε καὶ τὸν Ἐλέου ἐστήσαντο βωμόν, ὡς τρισκαιδεκάτου θεοῦ, οὐκ οἴνου σπένδοντες αὐτῷ, ἀλλὰ δακρύων. ἀνάστησον καὶ σὺ τὸν βωμὸν καὶ κακῶς πράττοντα ἐλέησον ἄνθρωπον, μὴ δὶς γένωμαι φυγὰς καὶ τῆς πατρίδος στερηθεὶς καὶ τοῦ πρὸς σὲ ἔρωτος σφαλείς· ἐὰν γὰρ ἐθελήσῃς, κατελήλυθα.

μ

40 ἡ πυρσαίνουσα μίλτος τὰ χείλη καὶ τὴν παρειὰν ὑπογράφουσα κώλυμα φιλημάτων, κατηγορεῖ δὲ καὶ γῆρας τοῦ προσώπου, ὑφʼ οὗ πελιδνὸν μὲν τὸ στόμα, ῥυσὴ δὲ ἡ παρειὰ καὶ ἔξωρος. ἴσχε δὴ χρωματοποιίαν καὶ μηδὲν ἐπιποίει τῷ κάλλει, μὴ καὶ γράψωμαί σε γήρως ἐπὶ τῇ τοῦ προσώπου γραφῇ.

μα

41 Ἀθηνοδώρῳ. οἱ ὀφθαλμοὶ ξύμβουλοι τοῦ ἐρᾶν, σὺ δʼ ἀκοὴν σπάσας ἐρᾷς Ἰωνικοῦ μειρακίου οἰκῶν Κόρινθον· τουτὶ δὲ μαντικὸν φαίνεται τοῖς οὔπω εἰδόσιν, ὅτι νοῦς ὁρᾷ.

μβ

42 τῷ αὐτῷ. εἰ κρότῳ ἀνοήτῳ χαίρεις, καὶ τοὺς πελαργούς, ἐπειδὰν παριόντας ἡμᾶς κροτῶσιν, ἡγοῦ δῆμον τοσούτῳ σωφρονέστερον τοῦ Ἀθηναίων, ὅσῳ μηδὲ αἰτοῦσι μηδὲν ὑπὲρ τοῦ κροτεῖν.

μγ

43 τὸ ἐρῶντα καρτερεῖν σωφρονέστερον τοῦ μηδὲ ἐρασθῆναι, καὶ γὰρ δὴ καὶ τὰ πολεμικὰ ἄνδρες οὐχ οἱ μὴ τρωθέντες, ἀλλʼ οἱ νικῶντες ἐν τραύμασιν.

μδ

44 Ἀρηναίδι. τὸ μὲν μὴ ἐρῶντι χαρίζεσθαι, Λυσίου δόξα, τὸ δὲ ἐρῶντι δοκεῖ Πλάτωνι, σοὶ δὲ καὶ ἐρῶντι καὶ μὴ ἐρῶντι. τοῦτο δὲ σοφὸς μὲν οὐδείς, Λαὶς δέ, οἶμαι, ἐπῄνει.

με

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi