Kitap 1
55
ὄντως τὰ ῥόδα Ἔρωτος φυτά, καὶ γὰρ νέα, ὡς ἐκεῖνος, καὶ ὑγρά, ὡς αὐτὸς ὁ Ἔρως, καὶ χρυσοκομοῦσιν ἄμφω καὶ τἆλλʼ αὐτοῖς ὅμοια τὰ ῥόδα τὴν ἄκανθαν ἀντὶ βελῶν ἔχει, τὸ πυρρὸν ἀντὶ δᾴδων, τοῖς φύλλοις ἐπτέρωται, χρόνον δὲ οὔτε Ἔρως οὔτε ῥόδα οἶδεν, ἐχθρὸς γὰρ ὁ θεὸς καὶ τῇ κάλλους ὀπώρᾳ καὶ τῇ ῥόδων ἐπιδημίᾳ. εἶδον ἐν Ῥώμῃ τοὺς ἀνθοφόρους τρέχοντας καὶ τῷ τάχει μαρτυροῦντας τὸ ἄπιστον τῆς ἀκμῆς, ὁ γὰρ δρόμος διδασκαλία χρήσεως· εἰ μὲν οὖν ἅψῃ ταχέως τῶν ῥόδων, μένει, εἰ δὲ μελλήσεις, ἀπελήλυθε. μαραίνεται καὶ γυνὴ μετὰ ῥόδων, ἂν βραδύνῃ. μὴ μέλλε, ὦ καλή· συμπαίξωμεν, στεφανωσώμεθα τοῖς ῥόδοις, συνδράμωμεν.
νς
56
ἀπέκλειόν σοι τὰ ὄμματα. πῶς σοι; εἴπω· ὡς οἱ πολιορκούμενοι τὰς πύλας. καὶ σὺ τὴν φρουρὰν λαθὼν ἔνδον εἶ. λέγε, τίς σε ἐσήγαγεν, εἰ μὴ τι τὰ ὄμματα ʽπαρεῖδενʼ. ἦν ἄρα πάθος ἐρωτικὸν καὶ κατὰ τῆς ψυχῆς γενόμενον, ἥγε πάλαι μὲν μόνα ἐνεθυμεῖτο, ἃ ἤθελε, καὶ περὶ τὰ κάλλιστα ἐσπουδάκει φιλοσοφοῦσα, καὶ ἦν αὐτῆς ὁ ἔρως τὰ οὐρανοῦ νῶτα ὁρᾶν καὶ περὶ τῆς κατὰ ταῦτα οὔσης οὐσίας πολυπραγμονεῖν καὶ τίνες αἱ τοῦ παντὸς περίοδοι καὶ τίς ἡ ταῦτα ἄγουσα ἀνάγκη, καὶ τὸ σκέμμα ἐδόκει χαριέστατον ἡλίῳ συνδραμεῖν καὶ σελήνῃ, συγκινδυνεῦσαι μὲν ἀπιούσῃ, συνησθῆναι δὲ πληρουμένῃ τῷ τε ἄλλῳ χορῷ τῶν ἀστέρων συμπλανηθῆναι καὶ μηδὲν ἄβατον μηδὲ ἀθέατον καταλιπεῖν τῶν ὑπὲρ τὴν γῆν μυστηρίων, ἀφʼ οὗ δὲ ἀνθρωπίνῳ πλησιάσασα ἔρωτι ἑάλω κάλλους ὄμμασι, πάντων ἀμελήσασα ἐκείνων περὶ ἓν τοῦτο ἐσπούδακε, καὶ ὅσον ἂν τῆς ἔξω μορφῆς σπάσῃ, τοσοῦτον ἔνδον συντίθησι καὶ μνήμῃ ταμιεύεται, τὸ δὲ ἔσω παρελθὸν φῶς μέν ἐστιν ἐν ἡμέρᾳ, νύκτωρ δὲ ὄναρ γίγνεται.
νζ