Thesauros Edebiyat biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

15 τί μοι τὰ γένεια, ὦ παιδίον, δεικνύεις; οὐ παύῃ κάλλους, ἀλλʼ ἄρχῃ, τὸ μὲν γὰρ ὀξὺ τῆς ὥρας παρελήλυθεν, ὅσον τι πτηνὸν καὶ ἄπιστον, τὸ δὲ ἑδραῖον καὶ βέβαιον μένει. χρόνος δὲ οὐκ ἐλέγχει τοὺς ἀληθῶς καλούς, ἀλλὰ δεικνύει καὶ μαρτυρεῖ μᾶλλον αὐτοῖς ἢ φθονεῖ. τὸν δὲ ὑπηνήτην καὶ Ὅμηρος λέγει χαριέστατον ὁ ποιητὴς εἰδὼς καλῶς καὶ βλέπειν καὶ ποιεῖν. οὐκ ἂν δήποτε τοῦτο ἀπεφήνατο, εἰ μὴ πρῶτος αὐτὸς ἐρωμένου καὶ ἥψατο γενείων καὶ ἐφίλησε. πρὶν μὲν γὰρ ἀνθεῖν, οὐδὲν ἀπεῖχον γυναικὸς αἱ σαὶ παρειαὶ οὖσαι ἁπαλαί τε καὶ διαυγεῖς, ὅτε δὲ καὶ ἤδη χλοάζεις, ἀνδρικώτερος εἶ σεαυτοῦ καὶ τελεώτερος. ἀλλὰ τί; ἤθελες μηδὲ εὐνούχων διαφέρειν, οἷς τὰ γένεια ἄκαρπα καὶ σκληρὰ καὶ λίθοις ὅμοια; αἰσχύνονται γοῦν οἱ ἀλιτήριοι ταύτῃ τῇ τομῇ μᾶλλον ἢ ἐκείνῃ, τὴν μὲν ἀπόρρητον νομίζοντες, τὴν δὲ σαφέστερον ἔλεγχον τῆς ὄψεως.

ις

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi