Thesauros Edebiyat biography Γυμναστικός

Γυμναστικός

Γυμναστικός Philostratus the Athenian 2nd/3rd cent
16 Ξυμμετοχὴ μὲν σοφίας τῇ τέχνῃ ἥδε, γένεσις δὲ αὐτῆς τὸ φῦναι τὸν ἄνθρωπον παλαῖσαί τε ἱκανὸν καὶ πυκτεῦσαι καὶ δραμεῖν ὀρθόν· καὶ γὰρ οὐδʼ ἓν ἂν γένοιτό τι τῶν τοιούτων μὴ προυπάρχοντος τοῦ, διʼ ὃ γίγνεται, καὶ ὥσπερ χαλκευτικῆς γένεσις ὁ σίδηρος καὶ ὁ χαλκός, καὶ γεωργίας γῆ καὶ τὰ ἐκ τῆς γῆς, καὶ ναυτιλίας τὸ εἶναι θάλατταν, οὕτως ἡγώμεθα καὶ τὴν γυμναστικὴν ξυγγενεστάτην τε εἶναι καὶ συμφυᾶ τῷ ἀνθρώπῳ. καὶ λόγος δὲ ᾅδεταί τις, ὡς γυμναστικὴ μὲν οὔπω εἴη, Προμηθεὺς δὲ εἴη καὶ γυμνάσαιτο μὲν ὁ Προμηθεὺς πρῶτος, γυμνάσειε δὲ αὖ ἑτέρους Ἑρμῆς, ἀγασθείη τε αὐτὸν τοῦ εὑρήματος, καὶ παλαίστρα γένοιτο Ἑρμοῦ πρώτη, καὶ οἱ πλασθέντες δὲ ἐκ πηλοῦ ὑπὸ Προμηθέως ἄνθρωποι οἵδε ἄρα οὗτοι εἶεν οἱ ἐν τῷ πηλῷ γυμνασάμενοι ἐν ᾧ ἦσαν, οὓς πλάττεσθαι ὑπὸ τοῦ Προμηθέως ᾤοντο, ἐπειδὴ τὰ σώματα αὐτοῖς ἡ γυμναστικὴ ἐπιτήδειά τε καὶ ξυγκείμενα ἐποίει.
17 Πυθοῖ μὲν οὖν καὶ Ἰσθμοῖ καὶ ὅπου ποτὲ τῆς γῆς ἐτέθησαν ἀγῶνες, τρίβωνα ὁ γυμναστὴς ἀμπεχόμενος ἀλείφει τὸν ἀθλητὴν καὶ οὐδεὶς ἀποδύσει ἄκοντα, ἐν Ὀλυμπίᾳ δὲ γυμνὸς ἐφέστηκεν, ὡς μὲν δόξα ἐνίων, διελέγχοντες Ἠλεῖοι τὸν γυμναστὴν ὥρᾳ ἔτους, εἰ καρτερεῖν οἶδε καὶ θέρεσθαι, ὡς δὲ Ἠλεῖοί φασι, Φερενίκη ἡ Ῥοδία ἐγένετο Διαγόρου θυγάτηρ τοῦ πύκτου, καὶ τὸ ἦθος ἡ Φερενίκη οὕτω τι ἔῤῥωτο, ὡς Ἠλείοις τὰ πρῶτα ἀνὴρ δόξαι. περιῄει γοῦν ὑπὸ τρίβωνι ἐν Ὀλυμπίᾳ καὶ Πεισίροδον τὸν ἑαυτῆς υἱὸν ἐγύμναζε. πύκτης δὲ ἄρα κἀκεῖνος ἦν, εὔχειρ τὴν τέχνην καὶ μείων οὐδὲν τοῦ πάππου. ἐπεὶ δὲ ξυνῆκαν τῆς ἀπάτης, ἀποκτεῖναι μὲν τὴν Φερενίκην ὤκνησαν ἐνθυμηθέντες τὸν Διαγόραν καὶ τοὺς Διαγόρου παῖδας — ὁ γὰρ Φερενίκης οἶκος Ὀλυμπιονῖκαι πάντες — νόμος δὲ ἐγράφη τὸν γυμναστὴν ἀποδύεσθαι καὶ μηδὲ τοῦτον ἀνέλεγκτον αὐτοῖς εἶναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi