26
τούτων ὧδέ μοι εἰρημένων μὴ τὸ γυμνάζειν ἡγώμεθα ἕπεσθαι τούτοις, ἀλλὰ τὸ ἀποδιιστάντα τὸν γυμναζόμενον καὶ ἐς δοκιμασίαν καταστῆσαι τῆς φύσεως, ὅπῃ τε σύγκειται καὶ πρὸς ὅ· ποῦ γὰρ δὴ κυνῶν τε καὶ ἵππων τοσοῦτον εἶναι προσήκει λόγον κυνηγετικοῖς τε καὶ ἱππικοῖς, ὡς μὴ ἐς πᾶσαν ἰδέαν, μηδὲ ἐπὶ πάντα τὰ θηρώμενα τοῖς αὐτοῖς, ἀλλὰ τοῖς μὲν ἐς τόδε, τοῖς δὲ ἐς τόδε τῶν κυνῶν χρῆσθαι, τῶν τε ἵππων τοὺς μὲν ξυνθηρατὰς ποιεῖσθαι, τοὺς δὲ ἁμιλλητηρίους, τοὺς δὲ ἁρματηλάτας, καὶ μηδὲ ἁπλῶς τούτους, ἀλλʼ ὡς ἕκαστος ἐπιτήδειος πλευρᾷ τινι ἢ σειρᾶ τοῦ ἅρματος, ἀνθρώπων δὲ ἀκρίτους εἶναι, οὓς δεῖ ἐς Ὀλυμπίαν ἢ Πυθὼ ἄγειν ὑπὲρ κηρυγμάτων, ὧν καὶ Ἡρακλῆς ἤρα; κελεύω δὴ καὶ ἀναλογίαν μὲν ἐπεσκέφθαι αὐτὸν πάντων, ὧν εἶπον, πρὸς δὲ τῇ ἀναλογίᾳ καὶ τὰ τῶν χυμῶν ἤθη.
27
καίτοι καὶ πρεσβύτερον τούτου, ὃ καὶ Λυκούργῳ ἐδόκει τῷ Σπαρτιάτῃ· παριστάμενος γὰρ τῇ Λακεδαίμονι πολέμου ἀθλητὰς γυμναζέσθων φησὶν αἱ κόραι καὶ ἀσκείσθων δημοσίᾳ τρέχειν, ὑπὲρ εὐπαιδίας δήπου καὶ τοῦ τὰ ἔκγονα βελτίω τίκτειν ὑπὸ τοῦ ἐῤῥῶσθαι τὸ σῶμα· ἀφικομένη γὰρ ἐς ἀνδρὸς ὑδροφορεῖν οὐκ ὀκνήσει, οὐδὲ ἀλεῖν διὰ τὸ ἠσκῆσθαι ἐκ νέας, εἰ δὲ καὶ νέῳ καὶ συγγυμναζομένῳ συζυγείη, βελτίω τὰ ἔκγονα ἀποδώσει καὶ γὰρ εὐμήκη καὶ ἰσχυρὰ καὶ ἄνοσα. καὶ ἐγένετο ἡ Λακεδαίμων τοσαύτη κατὰ πόλεμον, ἐπειδὴ τὰ γαμικὰ αὐτοῖς ὧδε ἔπραττεν.