Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
2 κεἶπέ μοι ἄλλά τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἐρᾶται,
2 κεἴτέ νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός,
2 οὐκ ἔφατʼ ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον· αἰὲν Ἔρωτος
2 ἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων,
2 καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκάσδειν.
2 ταῦτά μοι ἁ ξείνα μυθήσατο· ἔστι δʼ ἀλαθής·
2 ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκʼ ἐφοίτη,
2 καὶ παρʼ ἐμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν·
2 νῦν δέ τε δωδεκαταῖος ἀφʼ ὧτέ νιν οὐδὲ ποτεῖδον.
2 ἦ ῥʼ οὐκ ἄλλό τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται;
2 νῦν μὲν τοῖς φίλτροις καταθύσομαι· αἰ δʼ ἔτι κἠμὲ
2 λυπῇ, τὰν Ἀίδαο πύλαν ναὶ Μοίρας ἀραξεῖ.
2 τοῖά οἱ ἐν κίστᾳ κακὰ φάρμακα φαμὶ φυλάσσειν,
2 Ἀσσυρίω δέσποινα παρὰ ξείνοιο μαθοῖσα.
2 ἀλλὰ τὺ μὲν χαίροισα ποτʼ Ὠκεανὸν τρέπε πώλους,
2 πότνιʼ· ἐγὼ δʼ οἰσῶ τὸν ἐμὸν πόνον ὥσπερ ὑπέσταν.
2 χαῖρε Σελαναία λιπαρόχροε, χαίρετε δʼ ἄλλοι
2 ἀστέρες, εὐκήλοιο κατʼ ἄντυγα Νυκτὸς ὀπαδοί.

Κῶμος

3 Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες
3 βόσκονται κατʼ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.
3 Τίτυρʼ ἐμὶν τὸ καλὸν πεφιλαμένε, βόσκε τὰς αἶγας,
3 καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν
3 τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ.
3 Ὦ χαρίεσσʼ Ἀμαρυλλί, τί μʼ οὐκέτι τοῦτο κατʼ ἄντρον
3 παρκύπτοισα καλεῖς τὸν ἐρωτύλον; ἦ ῥά με μισεῖς;
3 ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,
3 νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς.
3 ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον,
3 ὧ μʼ ἐκέλευ καθελεῖν τύ· καὶ αὔριον ἄλλά τοι οἰσῶ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi