Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
3 θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος· αἴθε γενοίμαν
3 ἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν
3 τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, ᾇ τὺ πυκάσδῃ.
3 νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦ ῥα λεαίνας
3 μαζὸν ἐθήλαζε, δρυμῷ τέ νιν ἔτρεφε μάτηρ,
3 ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει.
3 ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος· ὦ κυάνοφρυ
3 νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω.
3 ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.
3 τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς,
3 τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσω
3 ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.—
3 Ὤμοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπακούεις;—
3 τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,
3 ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς·
3 καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται.
3 ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με,
3 οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,
3 ἀλλʼ αὔτως ἁπαλῷ ποτὶ πάχεος ἐξεμαράνθη.
3 εἶπε καὶ ἀγροιῶτις ἀλαθέα κοσκινόμαντις,
3 ἁ πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκʼ ἐγὼ μὲν
3 τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.
3 ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,
3 τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρως
3 αἰτεῖ, καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ.
3 Ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἦ ῥά γʼ ἰδησῶ
3 αὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδʼ ἀποκλινθείς,
3 καί κέ μʼ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.
3 Ἱππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι,
3 μᾶλʼ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δʼ Ἀταλάντα

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi