Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
4 ἡξῶ ναὶ τὸν Πᾶνα κακὸν τέλος αὐτίκα δωσῶν,
4 εἰ μὴ ἄπει τουτῶθεν. ἴδʼ αὖ πάλιν ἅδε ποθέρπει.
4 εἴθʼ ἦν μοι ῥοικὸν τὸ λαγωβόλον, ὥς τυ πάταξα.
4 θᾶσαί μʼ ὦ Κορύδων πὸτ τῶ Διός· ἁ γὰρ ἄκανθα
4 ἀρμοῖ μʼ ὧδʼ ἐπάταξʼ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι
4 τἀτρακτυλλίδες ἐντί. κακῶς ἁ πόρτις ὄλοιτο·
4 ἐς ταύταν ἐτύπην χασμεύμενος. ἦ ῥά γε λεύσσεις;
4 ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά.
4 ὁσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει.
4 εἰς ὄρος ὅκχʼ ἕρπῃς, μὴ νήλιπος ἔρχεο Βάττε.
4 ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομέονται.
4 εἴπʼ ἄγε μʼ ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥα διώκει,
4 τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκʼ ἐκνίσθη;
4 ἀκμάν γʼ ὦ δειλαῖε· πρόαν γε μὲν αὐτὸς ἐπενθὼν
4 καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει.
4 εὖ γʼ ὤνθρωπε φιλοῖφα. τό τοι γένος ἢ Σατυρίσκοις
4 ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις.

Βουκολιασταὶ Κομάτας καὶ Λάκων

5 αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τόνδε Σιβύρτα
5 φεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν.
5 οὐκ ἀπὸ τᾶς κράνας; σίττʼ ἀμνίδες. οὐκ ἐσορῆτε
5 τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν;
5 τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρτα
5 ἐκτάσα σύριγγα; τί δʼ οὐκέτι σὺν Κορύδωνι
5 ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι;
5 τάν μοι ἔδωκε Λύκων ὦλεύθερε. τὶν δὲ τὸ ποῖον
5 Λάκων ἀγκλέψας πόκʼ ἔβα νάκος; εἰπὲ Κομάτα·
5 οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν.
5 τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκʼ ἔθυσε
5 ταῖς Νύμφαις τὰν αἶγα· τὺ δʼ ὦ κακὲ καὶ τόκʼ ἐτάκευ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi