Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
1 κισσὸς ἑλιχρύσῳ κεκονιμένος· ἁ δὲ κατʼ αὐτὸν
1 καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι.
1 ἔντοσθεν δὲ γυνά, τί θεῶν δαίδαλμα τέτυκται,
1 ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι. πὰρ δέ οἱ ἄνδρες
1 καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος
1 νεικείουσʼ ἐπέεσσι. τὰ δʼ οὐ φρενὸς ἅπτεται αὐτᾶς·
1 ἀλλʼ ὁκὰ μὲν τῆνον ποτιδέρκεται ἄνδρα γελᾶσα,
1 ἄλλοκα δʼ αὖ ποτὶ τὸν ῥιπτεῖ νόον. οἱ δʼ ὑπʼ ἔρωτος
1 δηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι.
1 τοῖς δὲ μετὰ γριπεύς τε γέρων πέτρα τε τέτυκται
1 λεπράς, ἐφʼ ᾇ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκει
1 ὁ πρέσβυς, κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς.
1 φαίης κεν γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν·
1 ὧδέ οἱ ᾠδήκαντι κατʼ αὐχένα πάντοθεν ἶνες
1 καὶ πολιῷ περ ἐόντι, τὸ δὲ σθένος ἄξιον ἅβας.
1 τυτθὸν δʼ ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντος
1 πυρναίαις σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά,
1 τὰν ὀλίγος τις κῶρος ἐφʼ αἱμασιαῖσι φυλάσσει
1 ἥμενος· ἀμφὶ δέ νιν δύʼ ἀλώπεκες ἁ μὲν ἀνʼ ὄρχως
1 φοιτῇ σινομένα τὰν τρώξιμον, ἁ δʼ ἐπὶ πήρᾳ
1 πάντα δόλον κεύθοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν
1 φατὶ πρὶν ἢ ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ.
1 αὐτὰρ ὅγʼ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν
1 σχοίνῳ ἐφαρμόσδων· μέλεται δέ οἱ οὔτέ τι πήρας
1 οὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ.
1 παντᾷ δʼ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος·
1 αἰολικόν τι θέαμα, τέρας κέ τυ θυμὸν ἀτύξαι.
1 τῶ μὲν ἐγὼ πορθμεῖ Καλυδωνίῳ αἶγά τʼ ἔδωκα
1 ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος·
1 οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλʼ ἔτι κεῖται

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi