Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
5 τῶν ὤτων καθελοῖσʼ, ὅκά οἱ τὰν φάσσαν ἔδωκα.
5 ἀλλʼ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκʼ αὐτῷ
5 τὰν σύριγγʼ ὤρεξα, καλόν τί με κάρτʼ ἐφίλασεν.
5 οὐ θεμιτὸν Λάκων ποτʼ ἀηδόνα κίσσας ἐρίσδειν,
5 οὐδʼ ἔποπας κύκνοισι· τὺ δʼ ὦ τάλαν ἐσσὶ φιλεχθής.
5 παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομάτα
5 δωρεῖται Μόρσων τὰν ἀμνίδα· καὶ τὺ δὲ θύσας
5 ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον.
5 πεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκων
5 νῦν ἀγέλα· κἠγὼ γὰρ ἴδʼ ὡς μέγα τοῦτο καχαξῶ
5 κὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι πόκʼ ἤδη
5 ἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι.
5 αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες· αὔριον ὔμμε
5 πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας.
5 οὗτος ὁ Λευκίτας ὁ κορυπτίλος, εἴ τινʼ ὀχευσεῖς
5 τᾶν αἰγῶν, φλασσῶ τυ πρὶν ἤ γʼ ἐμὲ καλλιερῆσαι
5 ταῖς Νύμφαις τὰν ἀμνόν. ὁ δʼ αὖ πάλιν. ἀλλὰ γενοίμαν,
5 αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα.

Βουκολιασταὶ Δάφνις καὶ Δαμοίτας

6 Δαμοίτας χὡ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶρον
6 τὰν ἀγέλαν πόκʼ Ἄρατε συνάγαγον· ἦς δʼ ὁ μὲν αὐτῶν
6 πυρρός, ὁ δʼ ἡμιγένειος· ἐπὶ κράναν δέ τινʼ ἄμφω
6 ἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδʼ ἄειδον.
6 πρᾶτος δʼ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε.
6 βάλλει τοι Πολύφαμε τὸ ποίμνιον ἁ Γαλάτεια
6 μάλοισιν, δυσέρωτα τὸν αἰπόλον ἄνδρα καλεῦσα·
6 καὶ τύ νιν οὐ ποθόρησθα τάλαν τάλαν, ἀλλὰ κάθησαι
6 ἁδέα συρίσδων. πάλιν ἅδʼ ἴδε τὰν κύνα βάλλει,
6 ἅ τοι τᾶν ὀίων ἕπεται σκοπός· ἁ δὲ βαΰσδει
6 εἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνει

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi