Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
6 τόσσʼ εἰπὼν τὸν Δάφνιν ὁ Δαμοίτας ἐφίλησε,
6 χὡ μὲν τῷ σύριγγʼ, ὁ δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν.
6 αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις ὁ βούτας,
6 ὠρχεῦντʼ ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ.
6 νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δʼ ἐγένοντο.

θαλύσια

7 Ἦς χρόνος ἁνίκʼ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἅλεντα
7 εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας·
7 τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος
7 κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν
7 χᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶ
7 Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν
7 εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρʼ αὐτὰν
7 αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον,
7 χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.
7 κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα
7 ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίταν
7 ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,
7 οὔνομα μὲν Λυκίδαν, ἦς δʼ αἰπόλος, οὐδέ κέ τίς νιν
7 ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχʼ ἐῴκει.
7 ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο
7 κνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον,
7 ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος
7 ζωστῆρι πλακερῷ, ῥοικὰν δʼ ἔχεν ἀγριελαίω
7 δεξιτερᾷ κορύναν. καί μʼ ἀτρέμας εἶπε σεσαρὼς
7 ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς·
7 Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις,
7 ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει,
7 οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι;
7 ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι; ἤ τινος ἀστῶν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi