Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
7 λανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιο
7 πᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει.
7 τὸν δʼ ἐγὼ ἀμείφθην· Λυκίδα φίλε, φαντί τυ πάντες
7 συριγκτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσιν
7 ἔν τʼ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει
7 ἁμέτερον· καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν
7 ἔλπομαι. ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς· ἦ γὰρ ἑταῖροι
7 ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι
7 ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ
7 ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.
7 ἀλλʼ ἄγε δή—ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς—
7 βουκολιασδώμεσθα· τάχʼ ὥτερος ἄλλον ὀνασεῖ.
7 καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι
7 πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής,
7 οὐ Δᾶν· οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν
7 Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν
7 ἀείδων, βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω.
7 ὣς ἐφάμαν ἐπίταδες· ὁ δʼ αἰπόλος ἁδὺ γελάσσας,
7 τάν τοι" ἔφα "κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ
7 πᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος.
7 ὥς μοι καὶ τέκτων μέγʼ ἀπέχθεται, ὅστις ἐρευνῇ
7 ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος,
7 καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸν
7 ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι.
7 ἀλλʼ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθʼ ἀοιδᾶς,
7 Σιμιχίδα· κἠγὼ μέν—ὅρη φίλος, εἴ τοι ἀρέσκει
7 τοῦθʼ ὅ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα.
7 ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν,
7 χὥταν ἐφʼ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃ
7 κύματα, χὡρίων ὅτʼ ἐπʼ ὠκεανῷ πόδας ἴσχῃ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi