Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
7 αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας
7 ῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει.
7 χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν
7 τόν τε νότον τόν τʼ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ·
7 ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλιστα
7 ὀρνίχων ἐφίλαθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα.
7 Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν
7 ὥρια πάντα γένοιτο, καὶ εὔπλοξν ὅρμον ἵκοιτο.
7 κἠγὼ τῆνο κατʼ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα
7 ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων
7 τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ
7 πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ.
7 χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστʼ ἐπὶ πᾶχυν
7 κνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ.
7 καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτος
7 αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων.
7 αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς,
7 εἷς δὲ Λυκωπίτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ,
7 ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας,
7 χὡς ὄρος ἀμφʼ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν,
7 Ἱμέρα αἵτε φύοντι παρʼ ὄχθῃσιν ποταμοῖο,
7 εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφʼ Αἷμον
7 ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα.
7 ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ
7 ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος,
7 ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι
7 κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι,
7 οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ.
7 ὦ μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις,
7 καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi