Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
7 κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας.
7 αἴθʼ ἐπʼ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν,
7 ὥς τοι ἐγὼν ἐνόμευον ἀνʼ ὤρεα τὰς καλὰς αἶγας
7 φωνᾶς εἰσαΐων, τὺ δʼ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις
7 ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα.
7 χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μετʼ αὖθις
7 κἠγὼ τοῖʼ ἐφάμαν· Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα
7 νύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέοντα
7 ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα·
7 ἀλλὰ τόγʼ ἐκ πάντων μέγʼ ὑπείροχον, ᾧ τυ γεραίρειν
7 ἀρξεῦμʼ· ἀλλʼ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.
7 Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλὸς
7 τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι.
7 ὥρατος δʼ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ
7 παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις,
7 ἐσθλὸς ἀνήρ, μέγʼ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν
7 Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι,
7 ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστέον αἴθετʼ ἔρωτι.
7 τόν μοι Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας,
7 ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις,
7 εἴτʼ ἐστʼ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτέ τις ἄλλος.
7 κἢν μὲν ταῦτʼ ἔρδῃς ὦ Πὰν φίλε, μή τί τυ παῖδες
7 Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμους
7 τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη·
7 εἰ δʼ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντʼ ὀνύχεσσι
7 δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις,
7 εἴης δʼ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ
7 Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω,
7 ἐν δὲ θέρει πυμάτοισι παρʼ Αἰθιόπεσσι νομεύοις
7 πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi