Thesauros Edebiyat bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
7 ὔμμες δʼ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες
7 νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας,
7 ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι,
7 βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον,
7 βάλλετʼ, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ.
7 καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες
7 αἰαῖ" φαντὶ "Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ.
7 μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν Ἄρατε,
7 μηδὲ πόδας τρίβωμες· ὁ δʼ ὄρθριος ἄλλον ἀλέκτωρ
7 κοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη,
7 εἷς δʼ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας,
7 ἄμμιν δʼ ἁσυχία τε μέλοι γραία τε παρείη,
7 ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.
7 τόσσʼ ἐφάμαν· ὁ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας
7 ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν.
7 χὡ μὲν ἀποκλίνας ἐπʼ ἀριστερὰ τὰν ἐπὶ Πύξας
7 εἷρφʼ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάυω
7 στραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις
7 ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες
7 ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι.
7 πολλαὶ δʼ ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντο
7 αἴγειροι πτελέαι τε· τὸ δʼ ἐγγύθεν ἱερὸν ὕδωρ
7 Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε.
7 τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες
7 τέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δʼ ὀλολυγὼν
7 τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις.
7 ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών,
7 πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι.
7 πάντʼ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δʼ ὀπώρας.
7 ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi