8
ἐνθʼ ἁ καλὰ παῖς ἐπινίσσεται· αἰ δʼ ἂν ἀφέρπῃ,
8
χὡ τὰς βῶς βόσκὡν χαἱ βόες αὐότεραι.
8
ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὧ βάθος ὕλας
8
μυρίον, (ὦ σιμαὶ δεῦτʼ ἐφʼ ὕδωρ ἔριφοι·)
8
ἐν τήνῳ γὰρ τῆνος· ἴθʼ ὦ κόλε καὶ λέγε· Μίλων,
8
ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε.
8
μή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλαντα
8
εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων·
8
ἀλλʼ ὑπὸ τᾷ πέτρᾳ τᾷδʼ ᾁσομαι, ἀγκὰς ἔχων τυ,
8
σύννομα μᾶλʼ ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα.
8
δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δʼ αὐχμός,
8
ὄρνισιν δʼ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα,
8
ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ,
8
οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας.
8
ταῦτα μὲν ὦν διʼ ἀμοιβαίων οἱ παῖδες ἄεισαν·
8
τὰν πυμάταν δʼ ᾠδὰν οὑτῶς ἐξᾶρχε Μενάλκας.
8
Φεἰδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ,
8
μηδʼ ἀδίκει μʼ, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω.
8
ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ;
8
οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα.
8
ταὶ δʼ ὄιες, μηδʼ ὔμμες ὀκνεῖθʼ ἁπαλᾶς κορέσασθαι
8
ποίας· οὔτι καμεῖσθʼ, ὅκκʼ αὖ πάλιν ἅδε φύηται.
8
σίττα νέμεσθε νέμεσθε, τὰ δʼ οὔθατα πλήσατε πᾶσαι,
8
ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δʼ ἐς ταλάρως ἀποθῶμαι.
8
δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετʼ ἀείδειν·
8
κἠμὲ γὰρ ἐκ τὤντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα
8
τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν·
8
οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο, τὤμπικρον αὐτᾷ,
8
ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον.
8
ἁδεῖʼ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα·