1
ἄχραντον. τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν,
1
αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς.
1
κοὔτί τυ κερτομέω. πόταγʼ ὦγαθέ· τὰν γὰρ ἀοιδὰν
1
οὔτί πᾳ εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς.
1
Ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
1
Θύρσις ὅδʼ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά.
1
πᾷ ποκʼ ἄρʼ ἦσθʼ, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα Νύμφαι;
1
ἢ κατὰ Πηνειῶ καλὰ τέμπεα; ἢ κατὰ Πίνδω;
1
οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετʼ Ἀνάπω,
1
οὐδʼ Αἴτνας σκοπιάν, οὐδʼ Ἄκιδος ἱερὸν ὕδωρ.
1
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
1
τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο,
1
τῆνον χὡκ δρυμοῖο λέων ἔκλαυσε θανόντα.
1
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
1
πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι,
1
πολλαὶ δʼ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο.
1
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
1
ἦνθʼ Ἑρμῆς πράτιστος ἀπʼ ὤρεος, εἶπε δέ· Δάφνι,
1
τίς τυ κατατρύχει; τίνος ὦγαθὲ τόσσον ἐρᾶσαι;
1
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
1
ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον·
1
πάντες ἀνηρώτευν, τί πάθοι κακόν. ἦνθʼ ὁ Πρίηπος
1
κἤφα· Δάφνι τάλαν, τί τὺ τάκεαι, ἁ δέ τε κώρα
1
πάσας ἀνὰ κράνας, πάντʼ ἄλσεα ποσσὶ φορεῖται—
1
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς—
1
ζάτεισʼ; ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί.
1
βούτας μὰν ἐλέγευ, νῦν δʼ αἰπόλῳ ἀνδρὶ ἔοικας.
1
ᾡπόλος ὅκκʼ ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται,
1
τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο.
1
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.