9
ὅσσον ἐρῶντε πατρὸς μύθων καὶ ματρὸς ἀκούειν.
9
οὑτῶς Δάφνις ἄεισεν ἐμίν, οὑτῶς δὲ Μενάλκας.
9
Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω
9
κοίλαις ἐν πέτραισιν· ἔχω δέ τοι ὅσσʼ ἐν ὀνείρῳ
9
φαίνονται, πολλὰς μὲν ὄις, πολλὰς δὲ χιμαίρας,
9
ὧν μοι πρὸς κεφαλᾷ καὶ πρὸς ποσὶ κώεα κεῖται.
9
ἐν πυρὶ δὲ δρυίνῳ χόρια ζεῖ, ἐν πυρὶ δʼ αὖαι
9
φαγοὶ χειμαίνοντος· ἔχω δέ τοι οὐδʼ ὅσον ὤραν
9
χείματος ἢ νωδὸς καρύων ἀμύλοιο παρόντος.
9
τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα,
9
Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτρεφεν ἀγρός,
9
αὐτοφυῆ, τὰν οὐδʼ ἂν ἴσως μωμάσατο τέκτων,
9
τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, ὧ κρέας αὐτὸς
9
σιτήθην πέτραισιν ἐν Ἰκαρίαισι δοκεύσας,
9
πέντε ταμὼν πέντʼ οὖσιν· ὁ δʼ ἐγκαναχήσατο κόχλῳ.
9
Βουκολικαὶ Μοῖσαι μάλα χαίρετε, φαίνετε δʼ ᾠδάς,
9
τάς ποκʼ ἐγὼ τήνοισι παρὼν ἄεισα νομεῦσι,
9
μηκέτʼ ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσω.
9
τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ,
9
ἴρηκες δʼ ἴρηξιν, ἐμὶν δέ τε μοῖσα καὶ ᾠδά.
9
τᾶς μοι πᾶς εἴη πλεῖος δόμος. οὔτε γὰρ ὕπνος
9
οὔτʼ ἔαρ ἐξαπίνας γλυκερώτερον, οὔτε μελίσσαις
9
ἄνθεα· τόσσον ἐμὶν Μοῖσαι φίλαι. οὓς μὲν ὁρεῦντι
9
γαθεῦσαι, τοὺς δʼ οὔτι ποτῷ δαλήσατο Κίρκη.
ἐργατίναι ἢ Θερισταί
10
Ἐργατίνα βουκαῖε, τί νῦν ᾦζυρὲ πεπόνθεις;
10
οὔθʼ ἑὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες,
10
οὔθʼ ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλʼ ἀπολείπῃ
10
ὥσπερ ὄις ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε.
10
ποῖός τις δείλαν τυ καὶ ἐκ μέσω ἄματος ἐσσῇ,